Ancient Greek · ~4 min
75 to 81
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 75-81
Not analysed yet
75 ἐπιστρέφει ἡ Ἀθηνᾶ ὡς οὐδενὸς έσομένου κακοῦ. 76 μὴ πρὸς θεῶν παραιτεῖται Ὀδυσσεὺς οὐχ ὡς κωμῳδοῦντος τοῦ ποιητοῦ δειλίαν τοῦ ἥρωος (οὕτω γὰρ ἀφαιρεθείη τῆς τραγῳδίας τὸ ἀξίωμα) ἀλλὰ τὸ εὐλαβὲς ἐνδείκνυται· ἔμφρονος γὰρ ἦν τὸ τῷ μεμηνότι παραχωρεῖν· ὅρα γὰρ οἷον ἦν προσελθόντα ἐκεῖνον θεάσασθαι τὸν ἐχθρόν. 77 τί μὴ γένηται; . μὴ τί γένηται φοβῇ; οὐχ ὁ αὐτὸς ἦν καὶ προτέρου ἄνθρωπος ἀλλʼ οὐδὲν ὑμᾶς εἰργάσατο κακὸν ἡμῶν ἐπιμελουμένων; 78 τῷδε δεικτικῶς ἀντὶ τοῦ ἐμοί, τῷ Ὀδυσσεῖ. 79 οὐκοῦν γέλως ἥδιστος εἰς ἐχθρούς: σκληρὸν μὲν τὸ λέγειν ἐπεγγελᾶν τοῖς ἐχθροῖς ἀλλὰ θεός ἐστιν οὐκ εὐλαβουμένη τὸ νεμεσητόν· ἄλλως τε καὶ παροξύνουσα τὸν Ὀδυσσέα φησίν. 80 ἐμοὶ μὲν ἀρκεῖ: μέτριον διεφυλάχθη τὸ τοῦ Ὀδυσσέως ἦθος διὰ τὸ μὴ ἐντρυφᾶν τοῖς κακοῖς. 81 μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς: ὀκνεῖς ἀντὶ φοβῇ· πυκνῶς γὰρ τίθησι τὸ ὀκνεῖν ἐπὶ τοῦ φοβεῖσθαι. φοβῇ. τρίβραχυς.