Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 82
Not analysed yet
82 φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην: ἑκατέρῳ τὸ οἰκεῖον παράκειται καὶ οὐ χρὴ τὰ τοῦ Ὀδυσσέως ψρονιμώτερα οἴεσθαι τῶν τῆς Ἀθηνᾶς ἀλλʼ ἐκεῖνο σκοπεῖν, ὅτι ἡ μὲν μετὰ παρρησίας διαλέγεται ὡς θεὸς ὁ δὲ ὑπεσταλμένως ὡς θνητὸς τὸν καιρὸν ὁρᾷ ὅτι ὁμόσε χωρῆσαι τῇ μανίᾳ τοῦ ἐχθροῦ οὐχ ἁρμόζει. φρονοῦντα γὰρ αὐτὸν οὐκ ἂν ἐξέστην δι᾿ εὐλάβειαν, τὸ δὲ νῦν ἐκστῆναι οὐ τῷ Αἴαντι ἀλλὰ τῇ μανίᾳ.