Ancient Greek
776 to 845
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 776-845
Not analysed yet
776 ἱλάσκου τὸν φθόνον ὥστε αὐτὰ μὴ γενέσθαι σοι πολύστονα, πικρὰ καὶ αἴτια κακῶν. 777 ὁμοίως. 778 τῷ πρόσθ᾿ ἐμοῦ τῷ Ἡρακλεῖ. 784 ἀναρρέον, ἀναδιδόμενον· Ὅμηρος πολὺς δʼ ἀνεκήκιεν ἱδρώς. 791 ξένε ὦ Ὀδυσσεῦ. 795 λάβοιτε ἀντʼ ἐμοῦ. 780 ἐν γὰρ τῇ Λήμνῳ τὸ ἐργαστήριον τοῦ Ἡφαίστου ἔνθα καὶ κρατῆρες πυρός εἰσιν. παρακαλοῦντι. 801 ὅτε τὴν πυρὰν Ἠρακλέους ἀνῆψεν. 803 τοῦτʼ ἐπηξίωσα τὸ κατακαῦσαι. 805 λαβὼν τὰ τόξα ὁ Πύρρος ἐσιώπησεν ἀπορῶν τί ἆρα ποιήσειεν. 812 πρὸς τὴν ὑπόθεσιν καὶ τοῦτό φησι διὰ τὸ τὸν χρησμὸν εἶναι μηδέτερον αὐτῶν πορθήσειν τὸ Ἴλιον. οὐ οὐκ εὐσεβές. 814 ἐκεῖσε νῦν μ᾿, διὰ τούτου νῦν ἔοικεν ὁ Φιλοκτήτης παραφρονεῖν ὑπὸ τῆς νόσου. 815 ἐκτὸς τῶν φρενῶν γέγονας. 818 πλέον ἀντὶ ὠφελιμώτερον ἐμοῦ. 820 εἰπὼν ἐκοιμήθη. 821 ἔοικεν ὁ ὕπνος τὸν ἄνδρα οὐκ εἰς μακρὰν καταλήψεσθαι. 822 κλίνεται ἢ ὀπίσω ῥίπτεται. 824. νεῦρον ῥαγὲν ἀπὸ τοῦ ἄκρου ποδὸς οἷμα ἀνίησιν. 827 ἄπειρε. ἀπὸ κοινοῦ τὸ ἀδαής. 828 εὔπνους. 829 εὐμενής, καλῶς ἄγων ἡμῖν τὸν αἰῶνα. 830 ὄμμασι δʼ ἀντίσχοις: κάτεχε τὸ ὁρατικόν, ὅπερ νῦν ἤπλωται καὶ διαχεῖται, τῇ τοῦ ὕπνου ἀχλύι· τοιαύτην δὲ αἴγλην, ἥτις νῦν τέταται, ἀντέχοις εἰς τὰ ὄμματα, λέγει δὲ τὸν ὕπνον τὸν λεγόμενον καὶ παιῶνα αὐτῷ παραχρῆμα ὡς ἔστιν αὐτῷ αἴγλη καὶ φῶς. ἐναντιωθείης τοῖς ὄμμασι τοῦ φίλου καὶ μὴ ἐάσῃς αὐτὸν βλέψαι νῦν. 833 ποῦ στήσῃ τῆς γνώμης; ποίας γνώμης κρατήσεις; 834 τὰ μετὰ ταῦτα πῶς ὁρᾷς φροντίδος ἀντὶ ἐννοεῖς; 837 καιρός τοι πάντων γνώμαν: ἐπὶ πάντων ἡ μετὰ εὐκαιρίας σύνεσις πολλῶν ἐπικράτειαν ἐν ἑτοίμῳ καρποῦται· ὁ δὲ νοῦς, ὁ καιρὸς ἐκεῖνος ὁ εὐκαίρως ἐπιτελούμενος πολλοῖς εὐδοξίαν σύνεγγυς παρέχει. 838 παρὰ ἀντὶ τοῦ πλησίον. ἀποφέρεται. 839 ταῦτα διʼ ἐπῶν. 840 τήνδʼ ἁλίως ἔχομεν. τὴν θήραν τῶν τόξων μάτην ἔχομεν χωρὶς τοῦ Φιλοκτήτου πλέοντες. 842 κομπεῖν δʼ ἕπτ’ ἀτελῆ: ἐννοεῖν δὲ καὶ ἐπαγγέλλεσθαι ἀτέλεστα ψευδόμενον αἰσχρὸν ὄνειδος. εὐτελῆ. 845 βαιάν μοι, βαιάν, ὁ τέκνον: μικρὰ καὶ ἠρέμα μοι, φησί, διαλέγου μήποτε ἀκούσῃ κοιμώμενος.