Ancient Greek · ~8 min
847 to 893
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 847-2-893
Not analysed yet
847 ὡς πάντων ἐν νόσῳ εὐδρακής; ἀντὶ ἐλαφρὸς πρὸς τὸ ταχὺ ἀναβλέψαι καὶ ἐγερθῆναι· ἀντὶ ὁ ὕπνος ἐν τῇ νόσῳ ταχέως βλέπει· ἀντὶ ὁ νοσῶν ταχέως ἀνίσταται· λείπει δὲ τὸ ὡς· βούλεται γὰρ λέγειν ὥστε λεύσσειν ὁ ὕπνος, ὡς μὴ ἡγεῖσθαι τοῦτον ὕπνον ὑπάρχειν. 849 μέγιστον, εὐσύμβολον, σύμφορον. 851 ἐξίδου ὅτι πράξεις: θεώρησον, βλέψον· πλεονάζει γὰρ ἡ ἐξ καθάπερ καὶ ἐπὶ τούτων, ἀνεπίστασο ἀντὶ ἐπίστασο καὶ ἐνδίδαξον ἀντὶ τοῦ δίδαξον. ὅπως. 852 ὅν. ὃν διʼ ὃν λέγω ἀντὶ τὸν Φιλοκτήτην. διὰ μέσου τοῦτο εἴρηκεν. 853 εἰ ταὐτὰν τούτῳ γνώμαν; εἰ τὴν αὐτὴν τῷ Ὀδυσσεῖ γνώμην ἔχεις ὥστε αἴρειν τὸν Φιλοκτήτην ἐντεῦθεν. ἴσχεις. 854 ἄπορα πυκινοῖσιν: ἄπορόν ἐστι καὶ τοῖς συνετοῖς συνιδεῖν τὸ πρακτέον· λείπει οὖν ὁ καί. γράφε πυκνοῖς ἵνʼ ᾖ ἐν πράγμασι πυκνοῖς συνιδεῖν τὸ πρακτέον ἄπορον. 855 ἐπιτήδειος καιρός. 856 ἐστέρηται τοῦ φωτός. 858 ἐκτέταται νύχιος. ἐπεὶ κατὰ νύκτα καθεύδουσι παρὰ τοῦτο εἶπεν τὴν ἡμέραν νύκτα ἄγων ἀντὶ κοιμώμενος· τὸ δὲ ἑξῆς, ἐκτέταται νύχιος, οὐ χερός, οὐ ποδὺς ἄρχων ἀντὶ οὐδὲν τῶν μελῶν δυνάμενος κινεῖν οὐδὲ βλέπειν. 859 ἀλεὴς ὕπνος ἐσθλός: ὁ ὕπνος ὁ ὑπὸ τὴν ἀλέαν τοῦ ἡλίου. ἀλεὴς θερμὸς παρὰ τὴν ἀλέαν· Ὅμηρος ἀλέη τε γένηται· τοῦτο δὲ καθʼ ἑαυτόν φησιν, ὁ ὕπνος σύμφορος ἡμῖν ἐστι καὶ τοῖς πράγμασιν ἀγαθός. 863 τὸ δʼ τὸ δὲ ἀγρεύσιμον ὅ ἐστι τὸ πέρας ἀνάκειται τῇ ἐμῇ φροντίδι. 864 ὁ πόνος ὁ μὴ φόβον ἔχων κράτιστός ἐστιν ὅ ἐστιν ὁ μὴ πρὸς κίνδυνον ὁρῶν ἀντὶ μὴ φοβηθῶμεν· πάντα γὰρ ἀνύομεν. 865 ἀφεστάναι παραφρονεῖν. 868 φυλακή, παρουσία. 869 ἐξηύχησ᾿ |ἐνόμισα. 870 ἐλεεινῶς. οἰκτρῶς ὑπομεῖναι. 875 ἐν ἐν ἐλαχίστῳ. 876 δυσοσμίας πεπληρωμένος σὺ τῆς ἐμῆς δυσοσμίας. 880 ὅταν με ὁ κάματος ἀφῇ. κόπος μ᾿ γράφε κόπου ἀπαλλαχθῶμεν. 881 πέρα κωλύσωμεν. 885 τύχας. 886 τὸ αἴρεσθαι ὑπὸ τούτων. 891 πρὸ τοῦ πρὸ τοῦ καιροῦ. ἱκανὸς γὰρ αὐτοῖς γενήσεται ὁ πόνος ἐπὶ τῇ νηὶ συνεῖναί μοι καὶ συνναίειν ἐμοί. 893 ἵστασο καὶ ἀντιλαμβάνου.