Ancient Greek · ~5 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 784
Not analysed yet
784 ὦ δαΐα Τέκμησσα: τίνος ἕνεκεν οὐκ ἐποίησεν ἐξιοῦσαν τὴν Τέκμησσαν ἴνα μετὰ τοῦ χοροῦ ἀκούσῃ τὰ περὶ τοῦ Αἴαντος ὡς ἐν τοῖς ἄλλοις δράμασιν, ἔν τε Ἠλέκτρᾳ καὶ Οἰδίποδι ἅμα τῷ χορῷ τὰς τῶν γυναικῶν προόδους ποιεῖ ἵνα μὴ δισσολογῶσιν οἱ ἄγγελοι; ῥητέον οὖν ὅτι ὁ Αἴαζ ἐκέλευσεν αὐτὴν κατʼ οἶκον εὔξασθαι τοῖς θεοῖς εἰπὼν καὶ δῶμα πάκτου· οὐδὲ μὴν αἰχμαλώτου σχῆμα ἔχουσαν ἔδει συνεχῶς ἐξιέναι μάλιστα ἐν τοιούτῳ καιρῷ ἠγρυπνηκυῖαν καὶ παρηκολουθηκυῖαν τῇ τοῦ Αἴαντος μανίᾳ· ἔδει οὖν μέγα τι φανῆναι τὸ ἐξάγον αὐτὴν διὸ πρὸς τὸν χορὸν ἐδέησε πρῶτον εἰπεῖν οἴ ὡς ἐπὶ μεγάλῃ προφάσει ἐκκαλοῦσιν αὐτήν· ἄλλως τε οἱ ἀπὸ τοῦ χοροῦ οἰκειότεροί εἰσιν ὡς πολῖται τοῦ Αἴαντος ὥστε καὶ ὁ ἄγγελος καλῶς οὐκ ἐζήτησε μεῖζον πρόσωπον ἀλλὰ τὸν Αἴαντα οὐ καταλαβὼν ἔνδον πρὸς τὸν χορόν φησιν· εἰς ἀνάγκην δὲ γεγονὼς ὁ ποιητὴς τοῦ διλογῆσαι οὐδαμοῦ προσκορὴς ἐγένετο ἀλλὰ τὰ δεύτερα διὰ βραχέων ἐξήνεγκεν. ἄλλως, δαΐα: δήια πεπονθυῖα ἢ κατακεκομμένη, καταπεπολεμημένη, κεκακωμένη. δύστηνε, πεπολεμημένη καὶ ἀθλία· ἀπρεπὲς γὰρ αὐτὴν πολεμίαν ἀποκαλεῖν· καὶ Αἰσχύλος ἀντὶ τοῦ ἀθλία κέχρηται τῇ λέξει. δάιον κοινῶς τὸ πολέμιον, Ἀττικῶς τὸ δύστηνον.