Ancient Greek
744 to 781
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 744-781
Not analysed yet
744 ὡς καταλλαχθῇ χόλου: πιθανῶς ὡς πολῖται χόλον καὶ οὐ μανίαν λέγουσιν· οἴχεται οὖν τραπεὶς πρὸς τὸ κέρδιστον τῆς γνώμης ὅπως τὴν ἔχθραν κατάθηται καὶ διαλλαχθῇ τοῖς θεοῖς ἀπὸ τοῦ χόλου. τοῦ τῶν θεῶν χόλου. 745 ἐπίσταται γὰρ διὰ τὸ ἀκηκοέναι τὰ παρὰ τοῦ Κάλχαντος. 746 εἰς παροιμίαν ὁ στίχος παρῆκται ἣν καὶ Ἀριστοφάνης ἀναγράφει. 748 ἀντὶ μέχρι τούτου. 750 Ἀτρειδῶν δίχα: πάνυ ἀξιοπίστως ὅτι οὐκ ἀντικρὺς τῶν βασιλέων ὁ μάντις διελέγετο ἀλλʼ ἐν ἀπορρήτῳ κατʼ εὔνοιαν τοῦ Αἴαντος. 752 ἐνετείλατο. 756 ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ: πιθανῶς ὡς μάντις τὴν αἰτίαν λέγει τῆς μανίας· κατʼ ἀρχὰς γὰρ ἡ Ἀθηνᾶ οὐδὲν τούτων προεῖπεν. 758 τὰ γὰρ τὰ παρέλκοντα καὶ ἀχρήσιμα καὶ πέρα τοῦ μέτρου, τὰ χωρὶς δικαίου. 760 περιίσταται ὁ νοῦς εἰς τὸ γνῶθι σαυτόν. 762 ἀπʼ ἀπὸ τῶν οἴκων τῶν πατρικῶν. παρατήρει κἀνθάδε τὴν προσθήκην τοῦ ποιητοῦ ὅτι προσῆψε τῷ Αἴαντι γλωσσαλγίαν μονονουχὶ θεραπεύων τὸν θεατὴν μὴ ἄχθεσθαι τῇ συμφορᾷ τοῦ Αἴαντος· προσῳκειωμένοι γὰρ ἤδη τῇ ἀρετῇ αὐτοῦ σχεδὸν καὶ τῷ ποιητῇ ὀργίζονται. 767 τὸ ὁμοῦ ἀντὶ τῆς σύν, τὸ δὲ ἐξῆς θεοῖς ὁμοῦ. 768 νίκην. 769 τῶν θεῶν. 775 ἀντὶ ἵστασο. ἡ καθ᾿ ἡμᾶς μάχη. 776 ἀμάλακτον, ἀδιάθετον. 778 ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ: εἰ παρέλθοι ταύτην τὴν ἡμέραν σῳθείη· μέχρι γὰρ τῆς σήμερον παρατείνειν τὴν ὀργὴν τῆς θεοῦ. 780 ὁ δʼ εὐθὺς ἐξ ἕδρας: ἄμα μὲν διὰ τὸ ἀξιόπιστον τοῦ προσώπου ἅμα δὲ ἐς μὴ δοκοίη διʼ ἀπέχθειαν ταῦτα λέγειν· διὰ πάντων δὲ διδάσκει ὅτι κρατεῖ τῶν ἀνθρωπίνων ἡ εἱμαρμένη καὶ γνῶναι μὲν τὰ ἐσόμενα διὰ τῆς μαντικῆς ἐστιν οὐ μὴν καὶ φυλάξασθαι δυνατόν. 781 ἐντολάς.