Ancient Greek · ~2 min
809 to 813
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 809-813
Not analysed yet
809 οἴμοι, τί δράσω: περιπαθῶς ἐφάψασθαι τῆς ζητήσεως καὶ τῷ τέκνῳ κελεύει καὶ ὥσπερ ἀπολογουμένη ὅτι καταλιμπάνει αὐτόν· φησὶν οὖν ἐν ἀπόρῳ γενομένη, τί δράσω; οἷον πῶς μόνον σε καταλίπω; 810 ὅποιπερ ἂν σθένω: οἷον τῆς προθυμίας οὐδὲν ἐλλείψω καὶ εἰ τῷ σώματι ἀδυνατῶ. 813 χωρεῖν ἕτοιμος μετακινεῖται ἡ σκηνὴ τοῦ χοροῦ ἐξελθόντος· ἀναγκαία δὲ ἡ ἔξοδος ἴνα εὕρῃ καιρὸν ὁ Αἴας χειρώσασθαι ἑαυτόν.