Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 815
Not analysed yet
815 ὁ μὲν σφαγεὺς ἕστηκεν; μετάκειται ἡ σκηνὴ ἐπὶ ἐρήμου τινὸς χωρίου ἔνθα ὁ Αἴας εὐτρεπίσας τὸ ξίφος ῥῆσίν τινα πρὸ τοῦ θανάτου προφέρεται ἐπεὶ γέλοιον ἦν κωφὸν εἰσελθόντα περιπεσεῖν τῷ ξίφει· ἔστι δὲ τὰ τοιαῦτα παρὰ τοῖς παλαιοῖς σπάνια· εἰώθασι γὰρ τὰ πεπραγμένα διʼ ἀγγέλων ἀπαγγέλλειν· τί οὖν τὸ αἴτιον; φθάνει Αἰσχύλος ἐν Θρῄσσαις τὴν ἀναίρεσιν Αἴαντος διʼ ἀγγέλου ἀπαγγείλας· ἴσως οὖν καινοτομεῖν βουλόμενος καὶ μὴ κατακολουθεῖν τοῖς ἑτέρου ὑπʼ ὄψιν ἔθηκεν τὸ δρώμενον ἢ μᾶλλον ἐκπλῆξαι βουλόμενος· εἰκῆ γὰρ κατηγορεῖν ἀνδρὸς πάλαι οὐχ ὅσιον· πήξας δὲ τὸ ξίφος ταῦτά φησι· σφαγέα δὲ λέγει ἢ τὸν καιρὸν τοῦ ἀποθανεῖν ἢ τὸν διὰ τῆς σφαγῆς θάνατον. ἧ τομώτατος: ἀντὶ ὅπου· πρέπον γὰρ ἂν εἴη τῷ ἀπηυδηκότι ἀλογίστως ἰέναι ἐπὶ τὸ προκείμενον· ἕπεται δὲ τῷ λόγῳ ὅτι τοῖς καρτερικοῖς καὶ ἅπαξ κρίνασι περί τινος οὐ γίνεται ἀναβολὴ οὐδὲ μετάνοια .