Ancient Greek · ~3 min
813 to 857
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 813-857
Not analysed yet
813 τοῦ ὑπʼ ἐμοῦ φονευθέντος εἰ ἦν τις πρὸς Λάιον συγγένεια· ἢ οὕτως, εἰ δὲ οὗτος ὁ ξένος ὃν ἀπέκτεινα Λάιός ἐστιν· οὔπω γὰρ οἶδεν εἰ αὐτός ἐστιν. 815 τοῦδέ γ᾿ ἀντὶ τοῦ ἐμοῦ. 822 δι᾿ διʼ ὧν χειρῶν. 823 ἀντὶ τοῦ μιαρός. 825 ἐπιβαίνειν. 834 ἀντὶ τοῦ μὴ ἀθύμει πρὶν ἂν τὸ ἀληθὲς καταμάθῃς. 838 φανεροῦ γενομένου καὶ ἐλθόντος τοῦ ποιμένος τίνα ἕξεις γνώμην; 840 σοὶ σοὶ ὅμοια καὶ τὰ αὐτά. 842 τὸν βοτῆρα. 846 μονόζωνον, μόνον. 849 ἀποκρύπτεσθαι ἢ ἀποστρέψαι τουτἐστιν οὐ δύναται ἀρνεῖσθαι ὁ βουκόλος. 853 φανεῖ: αὐτὸς ὁ θεράπων. 857 ὥστʼ οὐχὶ μαντείας: ὅθεν ἐγὼ χάριν τῆς μαντείας οὔτε ἐπʼ ἐκεῖνα τὰ ῥήματα οὔτε ταῦτα βλέψαιμι οὔτε ἑκατέροις πιστεύσαιμι ἀλλʼ ἀπορῶ.