Ancient Greek · ~7 min
825 to 861
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 825-861
Not analysed yet
825 Φρυγίας ὄρος. 826 τὰν κισσὸς ὡς ἀτενής. πολὺς καὶ ἐπιμήκης· ἢ ὁ μὴ ἀνατείνων εἰς ὕψος ἀλλʼ αὐτοῦ περιειλούμενος καὶ οὐχὶ ὑψηλός· ὁ δὲ νοῦς, ἣν ἐδάμασεν ἡ πέτρας βλάστησις ὡς κισσὸς περιβαλοῦσα αὐτήν· περιέφυσεν αὐτῇ, φησίν, ἡ πέτρα ὡς κισσὸς δένδρῳ. ὁ μὴ εὐθὺς τετραμμένος ἀλλʼ εἰλιτενής. 827 πετραία βλάστα ὅτι περιεκεκάλυπτο πανταχῇ τῇ πέτρᾳ. 834 ἀλλὰ θεός τοι καὶ θεογεννής: καρτερεῖν σε χρὴ ὡς καὶ ἡ Νιόβη ἐκαρτέρησεν καίτοι θειοτέρου γένους τυγχάνουσα Ταντάλου γὰρ ἦν τοῦ Διός. παραμυθούμενος αὐτὴν θεόν φησι τὴν Νιόβην. 836 καί τοι καίτοι σοὶ φθιμένῃ ἢ φθιμένῳ παντὶ μακαριστὸν ἂν εἴη τὸ τῆς αὐτῆς μοίρας τυχεῖν τοῖς ἰσοθέοις οἷον μακάριος ἂν εἴη ὅστις τοῖς ἰσοθέοις ὁμοίως ἐτελεύτησεν. 837 κοινά, ὅμοια, τοῦ αὐτοῦ κλήρου καὶ τύχης. 838 ὑφʼ ὑμῶν γελῶμαι ὅτι θεοῖς ἴσην με λέγετε. 846 γράφε ἐπιβοῶμαι. 847 φίλων οἷον μὴ οἰκτειρομένη παρὰ τῶν φίλων ἀπόλλυμαι. 848 ἔρμα. περίφραγμα. 849 ἔστι μὲν προσφάτου θέλει δὲ εἰπεῖν καινοῦ καὶ παρεξηλλαγμένου. 851 οὔτʼ ἐν βροτοῖσιν: οὔτε ἐν ζῶσι διὰ τὸ εἶναι ἐν εἰρκτῇ οὔτε ἐν θανοῦσι διὰ τὸ ἔτι ἀναπνεῖν. 852 λείπει σύνοικος. 853 προβᾶσ᾿ ἐπʼ ἔσχατον θράσους προβᾶσα ἐπὶ τὸ τῆς δικαιοσύνης ἔσχατον βάθρον μετὰ θράσους βουλομένη τε ὅσιόν τι δρᾶν περὶ τὸν ἀδελφὸν τὰ ἐναντία πέπονθας· ἔπεσες γὰρ εἰς τὸ κενοτάφιον· τὸ δὲ ἑξῆς, προβᾶσα ὑψηλὸν εἰς δίκας βάθρον ἔπεσες ἐπʼ ἔσχατον θράσους ἐν τῷ παρακοῦσαι τῶν τοῦ ἄρχοντος προσταγμάτων. 856 πατρῷον δʼ ἐκτίνεις: ἢ τὰ ἡμαρτημένα τῷ Οἰδίποδι ἢ ὑπὲρ τῆς κατάρας τοῦ Οἰδίποδος ταῦτα πάσχεις· αὐτὴ γὰρ τὰ δίκαια προέθου ποιεῖν. 857 ἐμοὶ ἢ τὸ τῆς μερίμνης μου. 858 τριπόλιστου οἶτον: πολλάκις ἀναπεπολημένον ἢ διάσημον καὶ πανταχοῦ ἀκουόμενον καὶ πολούμενον· ἢ τὸν πολλάκις ἐπελθόντα τῷ ἐμῷ οἴκῳ ἢ γένει. λείπει εἰποῦσα. 859 καὶ τῆς προτέρας ἡμῶν δυστυχίας. 860 τύχης. 861 ἀντὶ τοῦ Λαβδακιδῶν.