Ancient Greek · ~8 min
785 to 824
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 785-2-824
Not analysed yet
785 φοιτᾷς δʼ ὑπερπόντιος: διότι καὶ τὰ θαλάσσια ζῷα ἐρᾷ ἢ ὅτι καὶ τὰ πόρρω θηρεύει ὁ ἐρῶν καὶ διὰ θαλάσσης ἄπεισι καὶ πανταχοῦ ὥστε τοῦ ἔρωτος ἐπιτυχεῖν ἢ ὅτι πολλοὶ τῶν ἐν πόντῳ ἐρῶσιν. 786 ταῖς ἐπαύλεσιν. 790 ὁ δʼ τὸν ἔρωτα. 791 σὺ καὶ δικαίων ἀδίκους: σὺ καὶ δικαίους διαφθείρεις ὥστε τὰς φρένας αὐτῶν ἀδίκους γίνεσθαι ὡς Ἡρακλῆς ἐνεχόμενος τῷ ἔρωτι τῆς Ἰόλης τὰ ἐν Οἰχαλίᾳ ἔπραξεν ἀφορμὴν τοῦ πολέμου μὴ ἔχων ἢ τὸν ἔρωτα μόνον. 794 ξυγγενές, ὅτι υἱοῦ πρὸς πατέρα γέγονε μάχη καὶ διαφορά. 795 νικᾷ δʼ ἐναργὴς βλεφάρων: ὅτι ὁρῶν τὴν παῖδα ὁ Αἵμων σπουδάζουσαν καὶ πάντα πράσσουσαν ὑπὲρ τοῦ ἀδελφοῦ ἥττων αὐτῆς γέγονεν· νικᾷ οὖν, φησίν, ὁ ἔρως τῆς νύμφης ὅς ἐστι πάρεδρος τῶν μεγάλων θεσμῶν ἐν ἀρχαῖς· τοῦτο δὲ εἶπεν ὅτι θαυμαστή τίς ἐστιν ἡ τοῦ ἱμέρου ἀρχὴ καὶ ὥσπερ νομισθεῖσα ἄνωθεν διὸ καὶ πάρεδρον αὐτήν φησι τῶν θεσμῶν. 798 πάρεδρος ἐν ἀρχαῖς: τινὲς παρέδρος Δωρικῶς ἀναγινώσκουσι κατʼ ἔλλειψιν τοῦ υ ἵνʼ ἡ παρέδρους, λέγει δὲ τὸν Κρέοντα, νικᾷ δὲ ὁ φανερὸς ἵμερος τῶν βλεφάρων τῆς εὐλέκτρου νύμφης τὸν Κρέοντα, τὸν πάρεδρον ἐν ταῖς ἀρχαῖς τῶν μεγάλων θεσμῶν. 799 ἀκαταμάχητος. ἐμπαίζει: ἥδεται, χαίρει. 801 οἷον δυνάμει παρακούομεν τοῦ ἄρχοντος δακρύοντες τὴν Ἀντιγόνην ἣν αὐτὸς κατεδίκασεν. 804 τὸν τὸν πάντας κοιμίζοντα. τὸν θάλαμον τὸν ἐν τῷ τάφῳ. 805 ἀνοίγουσαν ἢ τρέχουσαν καὶ πορευομένην. 814 μέτοχον. 815 ἐπινυμφίδιος —λείπει θύραις ἢ κοίταις. 820 οὐ διὰ ξιφῶν τὸν μισθὸν τοῦ πλημμελήματος λαχοῦσα καὶ τὴν τιμωρίαν ἀλλὰ μετʼ ἐλευθερίας τεθνήξῃ ἰδίῳ καὶ καινῷ νόμῳ περὶ τὸ τέλος χρησαμένη οἷον οὔτε νοσήσασα οὔτε ἀναιρεθεῖσα ἐξελεύσῃ τοῦ βίου· ἢ ἀντὶ ἰδίοις αὐτῆς νόμοις χρησαμένη. 822 ἤτοι πρὸς τὸν τρόπον τοῦ θανάτου ἢ πρὸς τὴν προαίρεσιν τοῦ ἐπιχειρήματος. 823 ἢκουσα δὴ λυγροτάταν: ἀντὶ τοῦ λυγροτάτως· ἢ τὴν λυγρὰ ὑπομείνασαν ἢ λυγρὰν καθὸ τὴν Λητὼ ὑβρίσαι τετόλμηκεν· τοῦτο δὲ ἔλαβεν πρὸς τὸ ὅμοιον τοῦ θανάτου ὅτι οὐδὲ ἡ Νιόβη ὑπό τινος ἀνῃρέθη. 824 τὰν Φρυγίαν τὴν Νιόβην.