Ancient Greek · ~7 min
835 to 862
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 835-862
Not analysed yet
835 τὰς ἀεί τε παρθένους: μυθικόν ἐστι τὸ λέγειν τὰς Ἐρινύας ἀειπαρθένους, νῦν δὲ τὰς ἀδωροδοκήτους καὶ οὐχὶ χρανθῆναι δώροις δυναμένας ὑπὸ τῶν ἀδικούντων. 837 τανύποδας: τὸ τανύποδας τῷ μαθεῖν συναπτέον οἷον ταχέως μαθεῖν τὸ κατʼ ἐμὲ καὶ μὴ ἀμελῆσαι ἐπεξελθεῖν τὸν ἐμὸν φόνον· τὸ γὰρ τεῖναι τοὺς πόδας ἐστὶ τὸ βαδίσαι· ἢ καθʼ ἑαυτὸ τὸ τανύποδας λεκτέον, τὰς πανταχοῦ τεινούσας τοὺς πόδας. τὰς ἀκοπιάστως ἐπιούσας. 841 τὼς αὐτοσφαγεῖς: ταῦτα νοθεύεσθαί φασιν ὑποβληθέντα πρὸς σαφήνειαν τῶν λεγομένων. τοῦτο ἀπέβη τῷ Ἀγαμέμνονι· ὑπὸ γὰρ τῶν φιλτάτων ἀπώλετο. 844 τὸ ἑξῆς, γεύεσθε πανδήμου στρατοῦ, μὴ φείδεσθε. 845 σύ τ᾿, τὸν αἰπὺν οὐρανόν: ὑπερβολικῶς· εἰώθασι γὰρ περὶ τῶν δεινῶν λέγειν ὅτι ἐπικαλυψάμενος ὁ ἥλιος τὰ τοιαῦτα παρέρχεται, ὁ δὲ πρὸς τὸν ἥλιόν φησι, καὶ ἀπάγγειλον ἐποπτεύσας τοῖς γονεῦσι τὰ πεπραγμένα. 849 τῇ τε δυστήνῳ τροφῷ: καὶ ταῦτα περιπαθῆ καὶ ἀνθρώπινα· ὅρα γὰρ ὅτι καὶ ὁ Ἡρακλῆς ἐπὶ τοῦ ἐθανάτου τὴν μητέρα μεταπέμπεται ὅπου καὶ πάνυ οἰκτρῶς αὐτὴν ἀνακαλεῖ καλεῖ δὲ τὴν τάλαιναν· ὡς λαμβανόμενος δὲ ἑαυτοῦ ἐπάγει ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην. οἱ μὲν τῇ θρεψαμένῃ οἱ δὲ καὶ ἐπὶ τὸ σαφέστερον. 854 σκόπησον. 860 ἑστίας βάθρον: δύναται καὶ τὸ κράτος νοεῖσθαι καὶ ὁ τόπος καὶ ἡ βάσις τῆς ἑστίας. 861 κλειναί τʼ Ἀθῆναι: τῶν Ἀθηναίων μέμνηται διὰ τὴν συγγένειαν καὶ ὅτι ἐν Ἀθήναις ὁ ποιητὴς ἠγωνίζετο ταῦτά φησιν ἐπισπώμενος αὐτοὺς εἰς εὔνοιαν. τὸ σύντροφον οἱ ὁμήλικες. 862 κρῆναί τε ποταμοί θʼ οἵδε καὶ τὰ Τρωικά: καὶ ἐν ἀρχῇ ἔφη πολεμίᾳ τῇ Τρῳάδι· ἐπὶ δὲ τῷ τέλει καὶ τὰς κρήνας καὶ τοὺς ποταμοὺς καλεῖ παρʼ οἷς μέλλει τελευτᾶν· καὶ ἔστιν εὐσεβοῦς ἀνδρὸς ἐξευμενίζειν πρὸ τοῦ θανάτου θεούς, τόπους, χώραν, πατρίδα, ἀδελφὸν ὥστε μετʼ εὐμενείας ἀποθανεῖν· ἴσως δὲ καὶ ἐπιμαρτυρόμενος λέγει.