Ancient Greek · ~4 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 833
Not analysed yet
833 ξὺν ἀσφαδάστῳ: ἀσκαρίστῳ καὶ σπασμὸν μὴ ἔχοντι ἀντὶ συντόμῳ ὥστε καιρίαζ τῆς πληγῆς γενομένης μὴ προσγενέσθαι σπασμὸν μηδὲ πολλὴν ἐν τῷ θανάτῳ διατριβήν· καὶ παρʼ Εὐριπίδῃ ὁ δʼ ἐσφάδαζεν οὐκ ἔχων ἀπαλλαγάς· σφαδάζειν δὲ ἔλεγον τὸ σπᾶσθαι καὶ σφακελίζειν· παραδεδομένον δὲ κατὰ ἱστορίαν ὅτι κατὰ τὸ ἄλλο σῶμα ἄτρωτος ἦν ὁ Αἴας, κατὰ δὲ τὴν μασχάλην μόνην τρωτὸς διὰ τὸ τὸν Ἡρακλέα τῇ λεοντῇ αὐτὸν σκεπάσαντα κατὰ τοῦτο τὸ μέρος ἀσκέπαστον ἐᾶσαι διὰ τὸν γωρυτὸν ὃν περιέκειτο· φησὶ δὲ περὶ αὐτοῦ Αἰσχύλος ὅτι καὶ τὸ ξίφος ἐκάμπτετο οὐδαμῆ ἐνδιδόντος τοῦ χρωτὸς τῇ σφαγῇ τόξον ὥς τις ἐντείνων πρὶν δή τις, φησί, παροῦσα δαίμων ἔδειξεν αὐτῷ κατὰ ποῖον μέρος δεῖ χρήσασθαι τῇ σφαγῇ· ὁ δὲ Σοφοκλῆς ἐριθεῦσαι μέν τι ὡς πρεσβυτέρῳ μὴ βουληθεὶς οὐ μὴν παραλιπεῖν αὐτὸ δοκιμάζων ψιλῶς φησι πλευρὰν ἀναρρήξαντα τῷδε φασγάνῳ κατὰ τί τὴν πλευρὰν μὴ εἰπών.