Ancient Greek · ~2 min
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 838
Not analysed yet
838 προστετακὼς φάσματι: προσκεκολλημένος τῷ ἰῷ τῆς ὕδρας, τοῦτο δὲ καθ᾿ ἑαυτό· αἰτιατικὴν γὰρ ἐπιφέρει. ἄλλως: προσκεκολλημένος τῷ ἰῷ τῷ ὀλεθρίῳ παρὰ τὸ πεφονεῦσθαι· φάσματι τουτέστι τῷ ἱματίῳ τῷ κεχρισμένῳ τῷ φαρμάκῳ τῆς ὕδρας τουτέστι τῇ χολῇ. μελαγχαίτα τʼ |ἄμμιγα: τοῦ δασυτρίχου· καὶ ἅμα τῷ φάσματι τῆς ὕδρας καὶ τὰ κέντρα τοῦ Νέσσου αἰκίζει αὐτόν· δῆλον δὲ ὅτι φοίνια κέντρα τοῦ Νέσσου λέγει τὸ αἷμα αὐτοῦ τὸ συμμεμιγμένον τῇ χολῇ τῆς ὕδρας.