Ancient Greek · ~5 min
823 to 835
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 823-2-835
Not analysed yet
823 τᾶς παλαιφάτου προνοίας. γράφε παλαιφοίβου ἵν᾿ ᾖ τῆς πάλαι μαντευσαμένης· φοιβᾶσθαι γὰρ τὸ μαντεύεσθαι. 824 ὅ τʼ ἔλακεν: ὅπερ ἐφθέγξατο, ἐπειδὰν ἐνιαυτὸς παρέλθοι τότε διαδοχὴν γενέσθαι τῶν πόνων τῷ Ἡρακλεῖ τῷ Διὸς παιδί· ἀναδοχὰν δὲ ἀνάπαυσιν, ἀνακωχήν . τελεόμηνος; ὁ ἐνιαυτὸς ὁ τέλειον ἔχων τὸ δωδεκάμηνον· καὶ ἄροτος ὁ ἐνιαυτὸς ἀπὸ τοῦ ἅπαξ κατʼ ἐνιαυτὸν ἀροῦν. 827 γνησίῳ παιδί 828 καὶ τάδʼ ὀρθῶς: ταῦτα δέ, τὰ χρησθέντα, ἀσφαλῶς νῦν ἡμῖν ἀποβαίνει· τροπικῶς δὲ κατουρίζει ἅσπερ οὐρίῳ πνεύματι προσορμεῖ ἡμῖν κατʼ ὀρθὸν ἀνυόμενα. προσπνεῖ. 829 πῶς γὰρ ἂν ὁ μὴ λεύσσων: πῶς γὰρ ὁ μηκέτι ὁρῶν τὸ φῶς παρὰ Εὐρυσθέως κελεύοιτο; 831 εἰ γάρ σφε Κενταύρου: εἰ γὰρ αὐτόν, τὸν Ἡρακλέα, τὸ αἷμα τὸ θανάσιμον τοῦ Κενταύρου περιέχει πλευρᾷ προστακέντος ἰοῦ πῶς ἂν ἕτερον ἥλιον ἢ τὰ νῦν ἴδοι; φοινία τὸ αἷμα τὸ θανάσιμον. 832 χρίει δολοποιός: χρίει δὲ τὸ ἱμάτιον τῷ αἵματι ἡ ἀνάγκη τῆς Δηιανείρας ἡ μετὰ δόλου τεχνησαμένη· ἠνάγκασται γὰρ ὑπὸ ζήλου διʼ οὖ ἤρα τῷ δόλῳ τοῦτο τεχνήσασθαι. 834 ὃν τέκετο θάνατος: τοῦτον, τὸν ἰόν, ἐγέννησεν ὁ αἰόλος δράκων, μᾶλλον δὲ ὁ θάνατος. ἡ ὕδρα. 835 ἀντὶ τοῦ ἡμέραν.