Ancient Greek
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 841
Not analysed yet
841 ὧν ἅδ’ ἁ τλάμων: ὧν τὴν βλάβην ὁρῶσα ἡ Δηιάνειρα τοῖς οἴκοις συμβᾶσαν αὐτὴν μὲν ἐξ ἀρχῆς οὐ συνεῖδεν ἐκ κατασκευῆς δὲ τοῦ Νέσσου καὶ τῆς τούτου φωνῆς γενομένην ὡς δῆθεν ἐπὶ τῷ διαλλάττειν αὐτῇ τὸν Ἡρακλέα λίαν ὀδύρεται καὶ στένει. ἄλλως; ὧν, τῶν νεωστὶ δρωμένων καὶ συμβάντων κακῶν, τὴν ἀμέλλητον βλάβην ὁρῶσα συμβᾶσαν τοῖς οἴκοις Δηιάνειρα τὰ κακὰ μὲν ἐξ ἀρχῆς αὐτὴ οὐ συνεῖδεν ἀπὸ γνώμης δὲ ἑτέρας τοῦ Νέσσου γενόμενα ὡς δῆθεν ἐπὶ τῷ διαλλάττειν τὸν Ἡρακλέα· ἄοκνον δὲ τὴν ὀξεῖαν καὶ ἀμέλλητον· ἢ πολύοκνον ὅ ἐστι πολύφοβον, κατʼ ἐπίτασιν δὲ τὸ α.