Ancient Greek · ~6 min
842 to 855
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 842-855
Not analysed yet
842 νέων νεωστὶ προσβαλλόντων. 843 οὔτι οὐκ ἔγνω, οὐ συνῆκεν. 844 τὰ δʼ ἀπʼ ἀλλοθρόου: ἀλλοφώνου, ὅτι ἀπὸ τῆς Νέσσου φωνῆς γέγονεν ἡ κατὰ Ἡρακλέα συμφορά· οἷον τῆς ἄλλα εἰπούσης καὶ οὐ τὰ ἀληθῆ· ἢ ἀλλοφώνου ὡς ἠλλαγμένην τοῦ Νέσσου φωνὴν ἔχοντος. ἀπὸ τοῦ Νέσσου. 846 ὀλεθρίαις ξυναλλαγαῖς: ἢ ὀλεθρίαις καὶ ἐπιβλαβέσι φιλίαις ἢ ἐπεὶ ἀντὶ τοῦ ἰδίου θανάτου ὁ Νέσσος ἀντήλλαξεν αὐτῇ τὸ αἷμα· ἢ ὅτι ὁ μὲν Νέσσος εἶπεν αὐτῇ πόθου καὶ διαλλαγῆς ἐργαστήριον εἶναι τὸ φάρμακον γέγονε δὲ ὄλεθρος Ἡρακλέους. 847 ἦ που ὀλοὰ στένει ὄντως δὴ ἡ ἀθλία καταστάζει καὶ καταβρέχει πολλῶν δακρύων ἀφρόν· ἐμφαντικὸν δὲ τὸ ἄχνα διὰ τὸ πλῆθος· χλωρὰν οὖν ἄχναν τὸν νεαρὸν ἀφρόν. ἡ δυστυχὴς ἢ ἡ τοῦ ὀλέσθαι ἀξία. 848 ἀθρόων ἢ πολυθρηνήτων. 849 δακρύων περιφραστικῶς τὰ δάκρυα. τὸν ἀφρόν. 850 ἁ δʼ ἐρχομένα μοῖρα: ἡ προσδοκωμένη κακομοιρία τοῦ Ἡρακλέους ἐμφαίνει μεγάλην ἑτέραν ἄτην· προσδοκῶσι δὲ ὅτι ἀπολλυμένου Ἡρακλέους αὐτόχειρ ἑαυτῆς γενήσεται. 851 δόλῳ γὰρ αὑτὴν καὶ λάθρᾳ ἀναιρήσει. 852 ἔρρωγεν παγά: ἀντὶ τοῦ πάρεστιν ἡμῖν δακρύειν ὡς ἀπὸ πηγῆς κρουνηδόν· ἐκτέταται γὰρ τὸ κακὸν καὶ πανταχοῦ διαβήσεται ἡ κατὰ τὸν Ἡρακλέα συμφορά. 853 ὦ πόποι: φεῦ, φεῦ, κακόν, φησί, γέγονε τῷ Ἡρακλεῖ οἷον οὐδὲ παρὰ τοῖς πολεμίοις ἀνοίκτιστον σιωπηθήσεται· τὸ γὰρ οὔπω ἀντὶ τοῦ οὐχί· ἢ οὕτως, οἷον κακόν, φησίν, οὐδέποτε ὑπὸ τῶν ἐχθρῶν συνέβη τῷ Ἡρακλεῖ τοῦτο ἀπὸ τῶν ἰδίων αὐτῷ γεγένηται. 855 ἀπέμολε πάθος: ἀντὶ τοῦ ἀπομόλοι οἷον οὐδέποτε ἀπὸ τῶν πολεμίων γένοιτο.