Ancient Greek · ~2 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 846
Not analysed yet
846 οἷδ᾿ οἶδʼ. ἐφάνη: οἶδα ὅτι ἐδάμη· ἐφάνη γὰρ ὁ ἐπιμελούμενος τοῦ ἐν τῷ φόνῳ τουτέστι τιμωρὸς τοῦ πατρός, ἐμοὶ δὲ οὐδεὶς πάρεστιν ἀποθανόντος Ορέστου· ὁ μὲν οὖν χορὸς παρέβαλεν τὸν Ἀγαμέμνονα τῷ Ἀμφιαράῳ ἵνα Ἠλέκτρα εὔελπις εἴη περὶ τοῦ πατρὸς ὅτι τεύξεται τιμῆς τινος ἡ δέ φησιν ὅτι Ἀμφιάραος ὑπὸ τοῦ Ἀλκμαίωνος ἔτυχεν τιμωρίας· πάνυ δὲ περιπαθῶς τὸ πάθος τοῦ Ἀγαμέμνονος εἰς ἑαυτὴν μεταφέρει διὰ τοῦ ἐμοὶ δʼ οὔτις. φροντιστής, ᾧ ἐπιμελὲς γέγονεν μετελθεῖν τὸν τοῦ πατρὸς θάνατον.