Ancient Greek · ~3 min
839 to 844
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 839-844
Not analysed yet
839 ὁ χορός φησιν ὅτι καὶ ἐν αὐτῷ τῷ θανάτῳ ἐστί τις εὐτυχία· τιμὴν δὲ αὐτῷ φησιν ἔσεσθαι διὰ τὸ μαντεύεσθαι αὐτόν. 840 οὐ προσιεμένη οὐδὲ τοὺς τοιούτους λόγους Fol. 26 a θρηνεῖ ἡ Ἠλέκτρα. 841 πάμψυχος ἀνάσσει: ἀντὶ πασῶν ψυχῶν ἀνάσσει αἳ δὴ ἐν χρείᾳ καθεστᾶσι τῆς ἐκείνου μαντικῆς· ἢ πάμψυχος ὁ διασῴσας πᾶσαν τὴν ἑαυτοῦ ψυχὴν ἢ ὁ διὰ παντὸς τὴν ψυχὴν σῴζων ὅ ἐστιν ἀθάνατος. 842 μνησθεῖσα τῆς Ἐριφύλης ἡ Ἠλέκτρα ἀναβοᾷ ἐπὶ τῷ ἤθει αὐτῆς δυσχεραίνουσα. 843 φεῦ δῆτʼ· ὀλοὰ γάρ. ὁ χορὸς συγκατατιθέμενός φησιν ὅτι δικαίως ἀνεβόησας· ὀλοὴ γὰρ ἦν ἡ Ἐριφύλη· ὅρα δὴ οὖν εἰ ἔπραξέ τι ὁ χορός· ἀπέσπασε γὰρ αὐτὴν τοῦ θρηνεῖν ἐμβαλὼν τὸ κατʼ αὐτὴν μύθευμα. 844 ἡ Ἐριφύλη δῆλον ὅτι. ὁ δὲ λόγος ἀποφαντικός, ὁ χορὸς δὲ ὡς πυνθανομένης ἐπάγει τὸ ναί.