Ancient Greek · ~2 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 850
Not analysed yet
850 κἀγὼ τοῦδʼ ἵστωρ: οἶδα, φησίν, ὅτι δειλαία εἰμὶ- αὐτῷ τούτῳ τῷ πανσύρτῳ τῶν πολλῶν ἀχέων· πανσύρτῳ δὲ πάντα σύροντι τὰ κακὰ ἢ πανσύρτῳ τῷ μετὰ πάσης ὁρμῆς τῶν κακῶν ὡρμημένῳ· παμμήνῳ δὲ τῷ πολυχρονίῳ καὶ διηνεκεῖ· δειλαία οὖν εἰμι οἷον κατʼ αὐτὸ τοῦτο καθὸ πάντα τὰ ἄχη εἰς ἡμᾶς συνεσύρη καὶ διηνεκῆ παρέμεινεν. κἀγὼ τοῦδʼ ἵστωρ: κἀγὼ τούτου ἐπιστήμων εἰμί, ὅτι ταλαίπωρός εἰμι.