Ancient Greek
851 to 896
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 851-896
Not analysed yet
851 πάντα σύροντι τὰ κακά. πολυχρονίῳ. 854 μή μέ νυν μηκέτι: μηκέτι οὖν με, φησί, παρηγορήσητε ὅπου γε οὐ πάρεισιν αἱ τῶν ἐλπίδων ἀρωγαὶ αἱ ἀπὸ τῶν ἀδελφῶν· κοινοτόκων δὲ τῶν ἀπʼ ἀμφοῖν τῶν γονέων· διὰ δὲ τοῦ εὐπατριδᾶν ηὔξησε τοῦ πατρὸς τὸ ἐγκώμιον οἷον εὐγενῶν καὶ γενναίων οἷος ἦν καὶ Ὀρέκτης γεγονὼς ἐξ Ἀγαμέμνονος· ἢ κοινοτόκων τῶν ἀδελφικῶν, τῶν τοῦ αὐτοῦ πατρὸς κεκοινωνηκότων. 855 παρηγορήσῃς. 856 διὰ μέσου τὸ τί φής; 858 τινὲς τῶν πᾶσι κοινῶν. 861 ἦ καὶ χαλαργοῖς: ταῖς λευκόποσιν ἢ ταῖς ταχείαις ἐν ταῖς χηλαῖς, τὰς χηλὰς δὲ ἀντὶ τῶν ὁπλῶν παρέλαβεν· εἰπόντος δὲ τοῦ χοροῦ πᾶσι θνατοῖς ἔφυ μόρος ἀντιτίθησιν ἡ Ἠλέκτρα, ἆρα οὖν οὕτω πέπρωται τοῖς θνητοῖς τελευτᾶν ἐν ταῖς ἁμίλλαις ταῖς ἱππικαῖς; τμητοῖς δὲ ὁλκοῖς τοῖς ἱμᾶσιν· ὁλκοὺς οὖν ἀντὶ τῶν ἱμάντων ἐν οἷς εἱλκύσθη. 863 τμητοῖς τμητοῖς λώροις. 864 ἄσκοπος ἁ ἀπροόρατος ὁ θάνατος. 865 πῶς γὰρ οὔκ; εἰ ξένος: τοῦ χοροῦ εἰπόντος ὅτι ἀπροϊδὴς ἡ κατὰ τὸν ἀγῶνα λώβη ἡ Ἠλέκτρα πρὸς ἕτερον ἐπήγαγεν ὅτι δὴ πέπονθεν ἀπροσδοκήτως ἐπʼ ἀλλοδαπῆς τελευτῶν καὶ ἐμοῦ χωρίς. 868 ἀντὶ τοῦ κρύπτεται. 871 ὑφʼ ἡδονῆς τοι: ἡ Χρυσόθεμις παραγέγονεν τὰ ὑπὸ τοῦ Ὀρέστου ἐγκείμενα τῷ τάφῳ εὑροῦσα. τοῦτο τὸ πρόσωπον εἰσήγαγεν ἵνα μὴ εἰς μακρὸν ἡ ὀλόφυρσις Ἠλέκτρας γένηται. 872 λείπει ἡ ὑπέρ, ὑπὲρ τοῦ σὺν τάχει μολεῖν. 875 τῶν ἐμῶν σὺ πημάτων: τῶν νοσημάτων τὰ μὲν θεραπεύεται προσκαίροις θεραπείαις ὅπερ ἐστὶν ἄρηξις τὰ δὲ θεραπεύεται παντελῶς ὅπερ ἐστὶν ἴασις· κατʼ οὐδένα οὗν τρόπον προκόπτει τὰ ἡμέτερα ἐπὶ τὸ βέλτνον. 876 ἔτι. 878 κλύουσ᾿, ἐναργῶς: ἐπὶ τοῦ κλύουσα πρὸς βραχὺ διαστικτέον ἵνʼ ᾖ πάρεστʼ ἐναργῶς, ἴσθι τοῦτο κλύουσα ἐμοῦ. 888 βλέψασα θάλπῃ: ἀντὶ παρακόπτεις τὰς φρένας ὡς ἐν πυρετῷ· ἀνηκέστῳ δὲ πυρὶ ὡσεὶ ἔλεγεν ἀνιάτῳ ἐλπίδι· ἀνέλπιστον γὰρ τὸ παραγενέσθαι Ὀῥέκτην ἤδη ἀπολωλότα. θερμαίνει τῇ χαρᾷ. 893 τὸν ἐκ πολλοῦ ᾠκοδομημένον. 895 πηγὰς πολὺ γάλα ὡς τὸ δακρύων πηγὰς ἀντὶ πολλὰ δάκρυα. 896 εἰσίν. θήκην τὴν σορὸν λέγει ἔνθα τὸ λείψανον ἐτέθη.