Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 866
Not analysed yet
866 πόνος πόνῳ πόνον φέρει: λείπει ἡ πρὸς ἵνʼ ᾖ ὁ πόνος πρὸς τῷ πόνῳ πόνον φέρει· καὶ ἔστι τὸ μὲν πόνος πόνῳ ἀρχαἱκὸν ὡς ἔργον ἐπʼ ἔργῳ τὸ δὲ δεύτερον πόνον κοινῶς οἷον κάματον. ἄλλως. οἱ ἀπὸ τοῦ χοροῦ προίασιν ὥσπερ ἐκ διαφόρων τόπων κατʼ ἄλλην καὶ ἄλλην εἴσοδον ζητοῦντες τὸν Αἴαντα καὶ Τέκμησσα ἐξ ἄλλων ἥτις καὶ πρώτη ἐπιτυγχάνει τῷ πτώματι· ὁ δὲ νοῦς, ὁ πόνος ἐπὶ πόνῳ πόνον φέρει ὡς Ὅμηρος πάντῃ δὲ κακὸν κακῷ ἐστήρικται καὶ ἐν Τραχινίαις νὺξ γὰρ εἰσάγει καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.