Ancient Greek · ~8 min
869 to 909
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 869-909
Not analysed yet
869 κοὐδεὶς ἐπίσταται: οὐδεὶς οἶδέ με τόπος συμμαθεῖν οἷον μεμαθηκότα τὸ γεγονὸς· οὐδείς με οἶδεν τόπος ἀλλὰ μάτην περιῆλθον· ἢ συμμαθεῖν ἀντὶ τοῦ διδάξαι, εἰς μάθησιν ἀγαγεῖν τοῦ ζητουμένου. 870 ἰδού, ἰδού: πιθανὰ ταῦτα καὶ σχεδὸν τῆς ἀληθείας ἐγγύς, τὸ δὲ δοῦπον ἐλπίζοντες τῷ σώματι περιπεσεῖν. 872 κοινόπλουν ὁμιλίαν: ἢ συνναῦται, ἐπὶ τῆς αὐτῆς νηὸς πλεύσαντες ἢ τροπικῶς τὸν αὐτὸν ἡμῖν πλοῦν ἐσταλμένοι πρὸς τὴν ζήτησιν. 879 ὅλος ὁ χορὸς εἰς ἓν συνελθὼν ταῦτά φησιν. τίς ἂν φιλοπόνων ἁλιαδᾶν: τίς τῶν ἁλιέων τῶν ἀεὶ ἀγρυπνεῖν εἰθισμένων διὰ τὴν ἄγραν ἢ τίς θεὰ Ὀλυμπιὰς ἢ ποταμῶν ἴδρις τουτέστι Νοΐς ἀπαγγείλαι εἴ που λεύσσει τὸν ὠμόθυμον; τῶν εἰθισμένων πονεῖν. 883 τῶν ῥεόντων παρὰ τὴν ῥύσιν. 884 Βοσπορίων: τῶν εἰς τὸν Βόσπορον ῥεόντων Τρωικῶν ποταμῶν· δύο δέ εἰσι Βόσποροι, ὁ μὲν κατὰ τὴν Προποντίδα ὁ δὲ Θρᾳκικὸς ὥς φησι Φιλέας. 887 εἴποι. σχέτλια γὰρ ἐμέ: δεινὰ γὰρ πράγματα ἐμὲ τὸν ἐπιπόνως πλανηθέντα μὴ εὐθυδρομῆσαι εἰς τὸ τῆς ζητήσεως μέρος καθʼ ὅ ὁ Αἴας ἐποιήσατο τὴν ἔφοδον· τοῦτο γὰρ ἂν εἴη οὔριον. 890 ἀλλʼ ἀμενηνόν: ἐφʼ ἑαυτοῦ, οὐκ ἐπὶ τοῦ Αἴαντος, σχέτλια ἂν εἴη μὴ ἐπιτετυχηκέναι αὐτῷ ἀλλʼ ἠσθενηκέναι με τῇ ζητήσει. 891 ἰὼ :Τέκμησσα βοᾷ ἐπιτυχοῦσα τῷ σώματι, φαίνεται δὲ οὐδέπω ἔνοπτος οὖσα τῷ χορῷ. 892 πάραυλος. ἐγγὺς παρὰ τὴν αὐλὴν ἢ θρηνητικὴ παρὰ τοὺς αὐλούς. παρατεταμένη. 893 ἰὼ τοῦτο ἐν τῷ ἐμφανεῖ γενομένη ὅπερ δηλοῖ ὁ χορός. 899 κρυφαίῳ ἀποκεκρυμμένῳ, εἰσδεδυκότι εἰς τὸ σῶμα, τὸ δὲ περιπτυχὴς κυριώτατα μὲν ὠνόμασται ἡμῖν δὲ δυσμετάβλητον, τινὲς δὲ περικεκυλισμένος. τῷ λαθραίως τῶν φίλων γεγονότι. 900 ἐν πρώτοις περὶ ἑαυτῶν ὀλοφύρονται. 902 τόνδε ἀντὶ ἐμὲ τὸν χορόν· συνήθως. 906 ἐν γάρ οἱ χθονί: αὐτὸ τὸ σχῆμα, φησί, δηλοῖ ὅτι ὑφʼ ἑαυτοῦ ἀνῃρέθη· πᾶν δὲ ἀμυντήριον καὶ δόρυ καὶ ἔγχος καλοῦσιν οἱ νεώτεροι· περιπετὲς δὲ ᾧ περιέπεσεν· τοῦ δὲ θεατοῦ εἰδότος τὸν τρόπον τῆς ἀναιρέσεως ἔδει καὶ τὸν χορὸν καὶ τὴν Τέκμησσαν μὴ πολυπραγμονῆσαι. 907 περιπεπηγὸς αὐτῷ. σημαίνει, λέγει. 909 οἶος ἄῤ μόνος ᾑματώθης.