Ancient Greek · ~8 min
910 to 948
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 910-948
Not analysed yet
910 ἄφρακτος φίλων: ἀφύλακτος, οὐ πεφραγμένος καὶ τετειχισμένος τοῖς φίλοις διὰ τὸ ἀπατηθέντας καταλιπεῖν δε. 911 ὁ πάντα τὸ πάντα εἰς τὴν ἀπάτην· ἐγὼ δέ, φησίν, ὁ ἀναίσθητος κατημέλησα. 912 πᾷ, πᾷ: τοῦτο κατʼ ἄλλης ἀρχῆς· βουλόμενοι τὸ σῶμα θεάσασθαι τοῦτο λέγουσιν ὃ διακωλύει ἡ Τέκμησσα. 913 ὁ δυστράπελος: δυσκίνητος, ἀμετάτρεπτος, δυσμετάθετος, ὃς οὐχ εὗρεν ἐκφυγὴν τῷ πάθει· οὕτω λέγουσιν καὶ δυστράπελον τὸ ὄρυγμα τὸ οὐκ εὐδιάλυτον. ἄλλως: δυστράπελόν φασιν Ἀττικοὶ τὸν ἀμετακίνητον ἐν ὀργῇ ἢ διαθέσει ἢ φιλαργυρίᾳ, τὸν αὐτὸν δὲ καὶ ἀτράπελον. ὁ δύσκολος. 914 ὡς καὶ αὐτὸς λέγει ὁ Αἴας. 916 φάρει καλύψω: ἦθος γυναικὸς τὸ μὴ ἀσχήμως δεικνύναι τὸ σῶμα. παντελῶς, ὅλον τὸ σῶμα. 917 οὐδεὶς ἂν ὅστις καὶ φίλος: ὑπερβολικῶς ἐπεὶ οὐκ εἰκὸς ἐν τοῖς δεινοῖς τοὺς φίλους μαλακίζεσθαι. 921 ὡς ἀκμαῖος: καίριος, κατὰ καιρόν, παρὰ τὴν ἀκμὴν τοῦ καιροῦ· καλῶς δὲ ζητεῖ Τεῦκρον ἴν ἡ κηδεία γένηται ὑπὸ τοῦ συγγενοῦς. 922 περιστεῖλαι. 924 αὔξησις περὶ τὸ πάθος, ὡς καὶ τοὺς δυσμενεῖς ἐλεεῖν. 925 Ἰακῶς, ἐῴκεις ἄρα καὶ δῆλος ἦς. 926 στερεόφρων: οἷον ἐφʼ οἷς ἐνόησας καὶ ἤλγεις περιυβρισμένος ὑπὸ τῶν Ἀτρειδῶν ἔμελλες πληρώσειν κατὰ τὰς φρένας τὴν μοῖραν. ὧδ’ τοῦ καινίσειν. 930 πάννυχα καὶ κατὰ νύκτα καὶ ἡμέραν. 934 ἀρχηγός, προηγός. 935 ὁ γενναῖος περὶ τὰ ἀριστεῖα. 938 ἡ ἰσχυρά. 940 οὐδέν σ᾿ ἀπιστῶ: εἰώθασιν ἐν τοῖς πάθεσιν καὶ συγχωρεῖν τοῖς ἀλγοῦσι· φέρει γὰρ τοῦτο καὶ κόρον τοῦ θρήνου καὶ παραμυθίαν. 941 γνησίου· οὐ γάρ ἐστι χρονικόν. 942 σοὶ μὲν δοκεῖν ταῦτʼ ἐστί: σοὶ μὲν ταῦτα ἐν δόξῃ καταλαμβάνεται ἐγὼ δὲ σαφῶς ἐπίσταμαι· ἔστι μὲν γὰρ καὶ τῷ χορῷ οἰκειότης πρὸς Αἴαντα ἀλλʼ οὐχ ὅσον πρὸς τὴν Τέκμησσαν. δοξάζειν. 945 οἱ Ἀτρεῖδαι. 946 ὤμοι, ἀναλγήτων: ἀσυμπαθῶν εἰ τοῦτο πράξειαν· ἢ τῶν μηδόλως ἀλγούντων ἐπὶ ταῖς συμφοραῖς τῶν Ἑλλήνων ἢ πολυαλγήτων, τῶν εἰς πολλὰ ἄχη ἡμᾶς ἐμβεβληκότων. γράφε ἰώ μοι· περιπαθῶς δὲ ὁ χορὸς ἀναβοᾷ ἐπὶ τῷ λόγῳ Τεκμήσσης. 948 τῷδ᾿ τῇ παρούσῃ συμφορᾷ.