Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 87-2
Not analysed yet
87 ὁ μὲν Οἰδίπους τίς εἴη ὁ χρησμὸς ἐπυνθάνετο ὁ δὲ οὐκ εὐθὺς αὐτὸ τὸ ῥητὸν ψιλὸν εἶπεν· ἀπὸ γὰρ τῶν εὐφήμων ἄρξασθαι θέλει· ὁ δὲ νοῦς, λέγω γὰρ πάντα ἂν εὐτυχεῖν τὴν πόλιν εἰ καὶ τὰ δύσφημα τύχοι κατʼ ὀρθὸν ἐξελθόντα τουτέστιν εἰ τὰ ἄγνωστα γνωσθείη, τὸ τίς ἐστιν ὁ φονεὺς Λοΐου· οὐδὲν γὰρ χαλεπὸν ἔνι ἐν τῷ χρησμῷ ἀλλʼ ἀγνοεῖται μόνον τὸ ὑπʼ αὐτοῦ ῥηθέν. καὶ τὰ δύσφορʼ εἰ τύχοι: καὶ τὰ χαλεπὰ εἰ τύχοι κατʼ ὀρθὸν προιόντα πάντα εὐτυχεῖν ἡμᾶς λέγω.