Ancient Greek · ~1 min
84 to 85
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 84-85
Not analysed yet
84 ξύμμετρος γὰρ ὡς κλύειν: οὐκ ἔστι, φησί, μακρὰν ἀλλʼ ἐγγὺς καὶ μέτρον ἔχων τοῦ ἀκούειν διὰ τὸ πλησίον γενέσθαι. 85 ἄναξ, ἐμὸν κήδευμα: ἴδιον τῶν ἐν χρείᾳ καθεστώτων φιλοφρονεῖσθαι μείζοσιν ὀνόμασι τοὺς ταπεινοτέρους.