Ancient Greek
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 872
Not analysed yet
872 σέβειν μὲν εὐσέβειά τις: οἱ τοῦ χοροῦ τὸ μὲν ἔργον τῆς παιδὸς ἐπαινοῦσιν οὐ μὴν δὲ θαρσοῦσιν καὶ τὴν γνώμην τοῦ βασιλέως διελέγχειν ὡς μοχθηράν· φησὶν οὖν ὅτι πέπρακται μὲν διʼ εὐσέβειαν τὸ ὑπὸ ταύτης δὲ ἡ βασιλεία μέλει τούτῳ οὐκ ἔστι παραβατὴ ἡ ἀρχὴ ὅ ἐστι τὰ προστάγματα, παραβαίνουσι δὲ ὅσοι ἀρχόντων καταφρονοῦσιν. εὐσεβὲς μὲν τὸ σέβειν τοὺς ἀποθανόντας.