Ancient Greek · ~8 min
875 to 933
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 875-933
Not analysed yet
875 αὐτόγνωτος —αὐθαίρετος καὶ ἰδιογνώνων τρόπος. 879 τοῦ ἡλίου. 881 πολυδάκρυτον. 883 ἆῤ ἴστʼ ἀοιδὰς καὶ γόους. πρὸς τοὺς ὑπηκόους τοῦτό φησιν ὁ Κρέων ὀργιζόμενος ὅτι μὴ θᾶττον αὐτὴν ἀπήγαγον πρὸς εἰρκτήν· ὁ δὲ λόγος, ἆρα ἴστε ὡς εἰ χρεῖʼ ᾖ λέγειν ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν οὐδέποτέ τις παύσαιτο; δεῖ οὖν ἐκ βίας ἕλκειν αὐτήν. 887 εἴτε χρῇ θανεῖν: εἰ χρῄζει καὶ θέλει· μετριάζειν δὲ προσποιεῖται τῇ κολάσει ὡς δηλοῖ καὶ τὸ ἡμεῖς γὰρ ἁγνοὶ τουτέστιν ἀκοινώνητοι τοῦ φόνου τούτου, φησί, διὰ τὸ μὴ χερσὶν αὐτὴν ἀνῃρηκέναι. 889 ἡμεῖς γὰρ ἁγνοί: τὸ κατὰ ταύτην τὴν κόρην ἁγνοὶ ἡμεῖς ἐσμεν καὶ οὐδὲν ἐναγὲς ἐπράξαμεν. 890 μετοικίας δʼ οὖν τῆς τοῦ μεθʼ ἡμῶν ἄνω οἰκεῖν. 891 κατεσκαμμένη, ὑπόγειος. 892 τῷ μὴ πρὸς καιρὸν εἶναι τὴν φρουρὰν ἀλλὰ διόλου. 895 ἀντὶ τοῦ πολύ. 897 ἐν ἐλπίσιν ἐλπίζω ἀποθανοῦσα πάντας ἕξειν φίλους. εὐεπίφορος ὁ Σοφοκλῆς εἰς τὸ τρέφω ἀντὶ τοῦ ἔχω. 899 κασίγνητον Ἐτεόκλεις· ἑξῆς γὰρ τοῦ Πολυνείκους μετὰ οἴκτου μνημονεύει. 904 παρὰ τοῖς καλῶς φρονοῦσι δοκῶ σε τετιμηκέναι ὥστε τοὺς συνετοὺς ἀποδέξασθαι τὰ ὑπʼ ἐμοῦ εἰς σὲ γενόμενα. 907 ἂν ὑπέστην. 908 τίνος ἀντὶ νομίσματος καὶ λογισμοῦ. 913 τοιῷδε μέντοι κ. τῷ τοιούτῳ νόμῳ ὃς ἀποδείκνυσι τὸ κατὰ τοὺς ἀδελφοὺς δίκαιον ὑπερέχειν ἁπάντων τιμήσασά σε ἔδοξα τῷ Χρέοντι ἁμαρτάνειν· διὰ τὴν ἔνδειξιν τῆς βίας αὐτοῦ. 916 ἄγει ἐμφαντικώτερον τὸ ἄγει· οὐ γὰρ εἶπεν ὅτι ἐκέλευσέν με ἀχθῆναι ἀλλʼ αὐτὸς ἄγει. 918 οὔτε παιδείου οὔτε παῖδα θρέψασαν. 921 δαιμόνων ἐπεὶ τὰ τοῦ Κρέοντος θνητοῦ ὄντος παρέβη. 923 τίνʼ αὐδὰν λείπει καλεῖν. 925 εἰ ταῦτα τοῖς θεοῖς ἀρέσκει παθόντες τὴν τιμωρίαν γνοίημεν τὴν ἁμαρτίαν. 927 εἰ δʼ οἵδʼ ἐπὶ τὸν Κρέοντα ἡ ἀναφορά. 928 ἐκδίκως: ἔξω τοῦ δικαίου. 929 ἔτι ἐν τῷ αὐτῷ κινήματι ἔοικεν ἡ παῖς εἶναι οἷον οὐκ ἐνδέδωκεν ὀδυρομένη. 931 ἀντὶ τοῦ κλαύσονται οἱ ἄγοντες αὐτὴν ἐὰν ἔτι βραδύνωσιν. 932 βραδυτῆτος διὰ τὸ ἐν αὐτῇ ἐμβραδύνειν. 933 ἀπειληθέντες ὑπὸ τοῦ Κρέοντος οἱ ὑπήκοοι ἄξουσι λοιπὸν ἐπὶ θάνατον.