Ancient Greek · ~3 min
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 873
Not analysed yet
873 ὕβρις φυτεύει τύραννον: διὰ τῆς ὕβρεως φύεται καὶ ἀνανεοῦται ὁ τύραννος καὶ ὅταν, φησί, πολλὰ διαπράξηται τότε εἰς μεγάλα ἐμπίπτει διὰ τῆς ὕβρεως ἐπαρθείς· ταῦτα μέν φησι περὶ τῆς Ἰοκάστης ὅτι ἀνεπιτήδεια λέγει περὶ τῶν θείων νόμων τὸν δὲ λόγον ποιοῦσι περὶ τῆς τυραννίδος ἵνα μὴ δόξωσιν ἐμφανῶς αὐτὴν διελέγχειν· ὁ δὲ νοῦς, ὕβρις φυτεύει τύραννον ὁπόταν πολλῶν ὑπερπλησθῇ μάτην ἅ ἐστι μὴ ἐπίκαιρα μηδὲ ἑαυτῷ ἐκείνῳ συμφέροντα· ἀσυνδέτως δὲ εἶπεν. ὕβρις, φησί, μηδὲν καίριον διαπραττομένη εἰς δύσβατον ἀκρώρειαν ἀναβιβάσασα τοὺς χρωμένους αὐτῇ κατεκρήμνισεν· ἢ οὕτως, ἀπότομον ὤρουσεν εἰς ἀνάγκην, ἥλατο εἰς τοῦτο ὥστε αὐτὸν εἰς ἀνάγκην γενέσθαι ὑφʼ ἑτέρων κρατηθῆναι.