Ancient Greek · ~7 min
878 to 911
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 878-911
Not analysed yet
878 ἔνθʼ οὐ ποδὶ χρησίμῳ: εἰ μὲν ἐπὶ τοῦ ὑπὸ ὕβρεως δυσσεβοῦντος ἔσται οὕτως, οὐ βαδίζει ὀρθὴν ὁδὸν οὐδὲ χρῆται τοῖς ποσὶ δεόντως εἰ δὲ ἐπὶ τοῦ ὑπὸ ἀνάγκης βιαζομένου, οὐ χρῆται τοῖς αὑτοῦ ποσίν. ἀντὶ ἀχρήστους καὶ τὰς πορείας ποιεῖται. 881 ἀξιῶ τὸν θεὸν μὴ λῦσαι τὸ συμφέρον τῇ πόλει ἐξ οὗ κρατεῖ τῶν ἀντιπάλων. 885 δίκας τὴν δίκην μὴ δεδοικώς. 888 δυσπότμου χάριν χλιδᾶς: ἕνεκα, φησί, τῆς ἀνοσίου τρυφῆς καὶ ὑπερηφανίας· ὑπὸ τρυφῆς γὰρ καὶ ἐπὶ ταῦτα οἱ τύραννοι παραγίνονται. ὁ τοιοῦτος ἐν κακῇ εἴη μοίρᾳ ὃς μὴ ἀφέξεται τῶν ἀσέπτων ἢ ἕξεται τῶν ἀθίκτων ὅ ἐστιν ὧν οὐ χρὴ ἔχεσθαι. 890 παύσεται, ἐκτὸς ἔσται. 891 ματαιοφρονῶν· ἕξεται δὲ ἀντὶ τοῦ ἐπιθυμήσει τῶν ἀθίκτων. 892 τίς ἔτι τῶν ἀδίκων ἀφέξεται τῷ θυμῷ αὑτοῦ τὰς τῆς ψυχῆς κακίας ἀπελαύνων; ἢ οὕτω, τίς ἂν ἀπελάσειεν αὑτοῦ τὴν τιμωρίαν τοιαῦτα πράττων; 896 πονεῖν ἢ τοῖς θεοῖς. 898 οὐκέτι ἄπειμι πρὸς τὸν Ἀπόλλωνα οὐδὲ πρὸς τὸν ἄχραντον καὶ ἀπροσπέλαστον αὐτοῦ νεών. καθαρόν· πιθανῶς δὲ τὸ ἐπίθετον, οὗ οὐκ ἀπέσχετο Ἰοκάστη. 899 Ἀβαὶ τόπος Ἀυκίας ἔνθα ἱερόν ἐστιν Ἀπόλλωνος. 900 ἢ διὰ τῶν σημείων ὅτι καὶ ἐκεῖ μαντεύονται ὡς καὶ Πίνδαρος ἢ ἐπὶ τῶν πανηγύρεων ὅτι καὶ τῶν τοιούτων ἀφέξομαι εἰ μὴ ταῦτα φανερωθῶσιν. 901 εἰ μὴ ταῦτα, τὰ τῶν χρησμῶν, ἢ τὰ λεχθέντα ὑπὸ Ἰοκάστης φανερὰ καὶ κατάδηλα γένηται οὐκέτι τιμήσω θεούς. 906 φθίνοντα γάρ: ἀντὶ τοῦ παλαιά, παρεληλυθότα. γράφε φθίνων ἵνʼ ᾖ μὴ λάθοι σε ὁ Λάιος φθίνων ἀλλὰ δείξαις αὐτοῦ τὸν θάνατον· τὰ γὰρ περὶ Λαΐου μαντεύματα ἐκβάλλουσιν καὶ οὐ παραδέχονται τὰ παρὰ τῶν θεῶν εἰρημένα ὡς ἀληθῆ· τὸ δὲ ἐξαιροῦσιν ἀντὶ τοῦ ἀφανίζουσιν· τὰ γὰρ ἐπὶ Λαΐῳ θεσπισθέντα ἐκφαυλίζεται ὑπὸ Ἰοκάστης καὶ παραγράφεται καὶ ψευδῆ νομίζεται. 911 ἄνακτάς φησι τοὺς τοῦ χοροῦ οἷον βασιλικοὺς καὶ ἐντίμους.