Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 916
Not analysed yet
916 ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι: ἀντὶ τοῦ μεθίστασαι· εἰώθεσαν δὲ οὕτω λέγειν καὶ ἀντὶ τοῦ ἐφυγάδευσαν ἡμεῖς ἂν εἴποιμεν μετεστήσαντο, παρἐστήσαντο δὲ λέγουσιν. καὶ παρίστασαι βίᾳ: τὸ παρίστασαι ἴσον ἐστὶ τῷ καταδουλοῖς καὶ ὑποχείριον ποιεῖς καὶ πάλιν παραστήσασθαι τούσδε τινάς φασι· παραφυλάττεσθαι δὲ δεῖ ὡς δεινοποιεῖ τὰ τοῦ Κρέοντος ὁ Θησεὺς τῇ καλουμένῃ αὐξητικῇ κεφαλαιώσει καὶ συνάπτει πολλὰ κεφάλαια. ἀντὶ τοῦ καταδουλοῖς αὐτὴν βίᾳ.