Ancient Greek
883 to 912
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 883-912
Not analysed yet
883 ἀνεκτέον· οὕτω γάρ φασι σκαπτέα, φυτευτέα ἀντὶ τοῦ σκαπτέον, φυτευτέον. 887 τίς ποθʼ ἡ βοή; :ἄκρως τῇ οἰκονομίᾳ τὸ μαθεῖν τὸν Θησέα τὰ γενόμενα πρὸς θυσίαις ὄντα τοῦ Ἱππίου Ποσειδῶνος ὑπὲρ τοῦ μὴ διατριβὴν ἐγγενέσθαι μηνύοντός τινος. 890 θᾶσσον ἢ καθʼ ἡδονὴν ταχύτερον ἢ ὡς ἔδει βαδίζειν. 900 σπεύδειν ἀπὸ ῥυτῆρος. ἀντὶ τῆς βλαύτης· τῶν δὲ ἐξηγησαμένων ἀπάντων αὐτὸν Πραξιφάνης δοκεῖ ἄμεινον ἀποδιδόναι ἀκούων τὸ ὑπόδημα οἷον τῶν ποδῶν τὸ κάλυμμα. ἀπὸ ῥυτῆρος: ἀπὸ ὑποδήματος ἀντὶ τοῦ ὡς ἔχει σχήματος ἕκαστος. ἔνθα δίστομοι: ὡς σχιστῆς οὔσης ὁδοῦ ἐκεῖσε. 903 τῷ Κρέοντι. 905 εἰ μὲν διʼ ὀργῆς ἧκον: εἰ μὲν διʼ ὀργῆς ἐληλύθειν, ἐν ταύτῃ τῇ ὀργῇ ἧς ἦν οὗτος ἄξιος. 906 οὐδʼ ἀφῆκʼ (οὐ) μεθῆκʼ ἄν. 908 τούτοισι κοὐκ ἄλλοισιν: ὡς ἀπὸ ξένης γῆς ἀπέσπασεν οὕτω καὶ αὐτὸς ἐπὶ ξένης γῆς ἀποσπασθήσεται. 909 οὐκ ἀναχωρεῖς γὰρ ἐντεῦθεν πρὶν ἂν ἀγάγῃς τὰς κόρας. 912 οὔθʼ ὧν τῶν προγόνων.