Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 93
Not analysed yet
93 ἐς πάντας αὔδα: ἀξίως τοῦ βασιλικοῦ ἤθους δημοσίᾳ φράζειν κελεύει ἄμα μὲν ἐπεὶ μηδὲν ὑποπτεύων περὶ ἑαυτοῦ οἴεται καὶ θεοφιλὴς εἶναι ἄμα δὲ καὶ ὑπὲρ τοῦ ἐν μέσῳ ῥηθέντων ἀνυσθῆναι τὰ τῆς ἀναζητήσεως· αὔξει δὲ ὁ ποιητὴς τὸ ὡς εὐνοϊκὸν ἦθος τοῦ Οἰδίποδος ὅπως αὔξοιτο τὰ τῆς τραγῳδίας ὕστερον αἰτίου αὐτοῦ τῶν κακῶν ἀναφαινομένου. τῶνδε γὰρ πλέον φέρω τὸ πένθος; περὶ τούτων πλέον ἀγωνίζομαι ἢ περὶ τῆς ἐμαυτοῦ ψυχῆς.