Ancient Greek
95 to 116
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 95-2-116
Not analysed yet
95 λέγοιμʼ ἂν οἷʼ ἤκουσα: ὅτι πολλάκις ἐκπίπτουσι λοξοὶ χρησμοὶ ἐμφανῶς εἶπεν ἵνα μὴ γένηται ἀφορμὴ τοῦ παραπέμψασθαι τοὺς χρησμούς. 101 Ἀττικῶς ἀντὶ τοῦ αἵματος χειμάζοντος τὴν πόλιν, λέγει δὲ τοῦ Λαΐου. 106 ἐντέλλεται, ὑποτίθεται. 107 τοὺς φονέας καὶ αὐτόχειρας τούτου τιμωρεῖσθαι. 109 δυσκατέργαστον, δυσζήτητον, δυσεύρετον, δυσκατάληπτον. 110 ὥστε καὶ εὐχερῶς μὴ εἰς πολλὰ πλανωμένους ἐξευρεῖν· ἀπὸ κοινοῦ δὲ τὸ ἔφασκε, λέγει δὲ τὸ πρᾶγμα. 111 λανθάνει. 112 πότερα δʼ ἐν οἴκοις; ὡς συνετὸς ὁ Οἰδίκους ζητεῖ τὰ καθʼ ἕκαστα εἶτα οὕτως ἐπὶ τὴν ἀναζήτησιν ἔξεισι μεταπεμψάμενος τοὺς πολίτας ἵνα καὶ ἀφορμὴ ἧς εἰσόδου γενήσεται. 114 θεωρός: ὁ πρὸς τοὺς θεοὺς διὰ χρησμὸν ἀπερχόμενος. 116 οὐδʼ ἄγγελός τις: οἷον οὐδὲ ἀκόλουθος παρʼ οὖ τις ἂν μάθοι καὶ χρήσαιτο πρὸς ζήτησιν.