Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 934
Not analysed yet
934 εἰ μὴ μέτοικος τῆσδε: ἀντὶ ἔνοικος· οὐ γὰρ αὐτὸ τοῦτο τὸ μέτοικος ὡς ἡμεῖς φαμεν εἴρηται, μετοίκους δὲ καλοῦμεν τοὺς ἀπὸ ἑτέρας χώρας οἰκοῦντας, πρὸς δὲ τοὺς μετοικισθέντας ποθέν, τοῦτο δὲ ἔνοικον· κέχρηται δὲ καὶ Ἀἰσχύλος ἐπὶ τῶν οἰωνῶν ἐν Ἀγαμέμνονι λέγων οὕτω τῶνδε μετοίκων ἀντὶ ἐνοίκων· μετοίκους γὰρ εἶπε τῶν ὑψηλῶν τόπων τοὺς οἰωνοὺς κἀκεῖσε ἀντὶ ἐνοίκων. ἀντὶ ἔνοικος.