Ancient Greek · ~2 min
939 to 950
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 939-950
Not analysed yet
939 ἐγὼ οὔτʼ ἄνανδρον: τὴν ῥητορείαν παραφύλαξον εἰ τῶν μὲν κατηγορηθέντων αὐτοῦ οὐχ ἅψεται καινὰ δέ τινα ἐνθυμήματα καὶ πάνυ εὔλογα ἐξευρίσκων ἀντερεῖ. 942 τοὺς Ἀθηναίους. 943 τῶν συγγενῶν. 945 παρʼ ὅσον αὐτὸς τέκνον ἐστὶ μητέρα γεγαμηκώς. 947 τοιοῦτον αὐτοῖς Ἄρεος: ᾔδειν εὔβουλον ὄντα τὸν Ἀρειον πάγον· τοῦτον δὲ χθόνιον εἶπεν οἷον ἐγγενῆ καὶ αὐτόχθονα, ἐγχώριον, οὐχ, ὡς οἱ ἐξηγησάμενοι οἴονται, παρὰ τὸ τοὺς δικαζομένους ἐν αὐτῷ ὑπὸ τὴν χθόνα εἶναι· χθόνιον τοίνυν τὸν αὐτόχθονα· λέγοι δὲ ἂν τὴν Ἀρεοπαγῖτιν βουλήν· τὸν γὰρ πάγον εἰς τὸν ὄχθον μετατέθεικεν· εἴρηται δὲ περὶ τῆς προσηγορίας αὐτοῦ πολλαχοῦ. 950 πίστιν ἐγὼ θαρρῶν.