Ancient Greek · ~2 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 95
Not analysed yet
95 ὃν κατὰ μὲν βάρβαρον: παρὰ τὸ ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Νεκυίᾳ οὔτε μ᾿ ἀνάρσιοι ἄνδρες καὶ τὰ ἑξῆς· πάνυ δὲ περιπαθὴς ὁ λόγος εἰ καὶ πολεμίων πικροτέρα ἐφάνη Κλυταιμήστρα τῷ ἰδίῳ ἀνδρίπάνυ γὰρ περιπαθὲς τὸ ἐπὶ τηλικούτου καὶ τοσαῦτα διαπραξαμένου εἰπεῖν ὅπως δρῦν ὑλοτόμοι· οὐκ ἐξένισεν δὲ ἀντὶ τοῦ οὐκ ἀπέκτεινεν· ξένια γὰρ Ἄρεως τραύματα καὶ φόνοι· καὶ Ἀρχίλοχος ξείνια δυσμενέσιν λυγρὰ χαριζόμενοι. πάνυ περιπαθῶς πικροτέραν γενέσθαι τῷ Ἀγαμέμνονι καὶ πολεμίου καὶ ἀλλοδαπῆς τὴν Κλυταιμήστραν.