Ancient Greek · ~4 min
87 to 94
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 87-94
Not analysed yet
87 ὥς μοι πολλὰς μὲν θρήνων: φάος ἁγνόν, ὅσα μοι σύνοιδας θρηνούσῃ καὶ κοπτομένῃ· τὸ δὲ κατάλληλον οὕτως, ὡς πολλὰς μὲν ᾠθὰς τῶν θρήνων ᾔσθου πολλὰς δὲ πληγὰς αἱμασσομένων τῶν στέρνων, πληγὰς ἀντήρεις· τραγικώτερον δέ πως ἀπήγγελται ὤστε τὴν διάλυσιν αὐτῶν μὴ πάνυ πολιτικὴν εἶναι· μετῆκται δὲ ἀπὸ τῶν ἐρεσσόντων οἷον πληγὰς κατὰ τὸ ἐναντίον τῶν στέρνων ἐλαυνομένας. 89 ἀντήρεις: ἀντιθέτους ἀντὶ τοῦ ἴσας τοῖς θρήνοις· μετῆκται δὲ ἀπὸ τῶν ἐρεσσόντων ὅταν κατʼ ἴσον ἐρέσσωσιν καὶ μὴ εἰς θάτερον περιωθῆται ἡ ναῦς· ἀντήρεις οὖν ἀντικτυπούσας τοῖς θρήνοις· θρηνοῦσα γὰρ ἔτυπτε τὸ στῆθος πρὸς ἕκαστον. ἀντὶ τοῦ ἔμαθες. 90 διὰ τούτων ἡ ἐπίτασις. 91 ὁπόταν δνοφερά: ὅσα μέν, φησί, διὰ νυκτὸς κλαίω αἱ εὐναὶ ἴσασιν ὅσα δὲ διʼ ἡμέρας ὁ ἀὴρ καὶ τὸ φῶς, λέγει δὲ ὅτι οὐ διαλείπω οὔτε νυκτὸς οὕτε ἡμέρας κλαίουσα. παρέλθῃ. 94 ὅσα τὸν δύστηνον: κατὰ βραχὺ ἐνδείκνυσι τὰ τῆς ὑποθέσεως· ἰδοὺ γὰρ ἔγνωμεν ὅτι ἀδελφὴ τοῦ Ὀρέστου καὶ διὰ τί θρηνεῖ.