Ancient Greek · ~2 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 975
Not analysed yet
975 τίς γάρ ποτʼ ἀστῶν. ὅρα ἐν τούτῳ τῷ λόγῳ τὰς ἐπιχειρήσεις τῆς Ἠλέκτρας ὅτι πάντα τέθεικεν τὰ ἀγαθὰ ἅπερ αὐταῖς παρέσται ἀνελούσαις τὸν Ἀἴγισθον, τὰ δὲ ἕτερα ὑπεξῄρηκεν ὁποῖα πείσονται ἀλοῦσαι· καίτοι ἦν κατὰ τὸ πάθος τῆς Ἠλέκτρας κἀκεῖνα προσθεῖναι, ὅτι καλόν μοι ἀποθανεῖν οὕτω δυστυχούσῃ ὁποῖα καὶ πρόσθεν ἔλεγεν ὡς χάρις μὲν ἂν θάνω λύπη δʼ ἐὰν ζῶ· ἀλλʼ ᾔδει τὸ περίφοβον τῆς Χρυσοθέμιδος ὥστε ἑκοῦσα τοὺς δειλοτέρους τῶν λόγων ὑπεξεῖλεν ὥστε μηδὲ εἰς ἔννοιαν τῶν κινδύνων ἐκείνην καταστῆσαι.