Ancient Greek · ~7 min
1 to 9
Scylax of Caranda, Periplus Scylacis 1-9
Not analysed yet
Ἄρξομαι δὲ ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπῃμέχρι Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Λιβύῃ, καὶ μέχρι Αἰθιόπων τῶν μεγάλων. Εἰσὶ δὲ ἀλλήλων καταντικρὺ αἱ Ἡράκλειοι στῆλαι, καὶ ἀπέχουσιν ἀλλήλων πλοῦν ἡμέρας. Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῆ Εὐρώπῃ ἐμπόρια πολλὰ Καρχηδονίων καὶ πηλὸς καὶ πλημμυρίδες καὶ πελάγη. 2. ἸΒΗΡΕΣ. Τῆς Εὐρώπης εἰσὶ πρῶτοι Ἴβηρες, Ἰβνρίας ἔθνος, καὶ ποταμὸς Ἴβηρ. . . Εἶτα Ἐμπόριον (πόλιν Ἑλληνίδα ᾗ ὄνομα Ἐμπόριον)· εἰσὶ δ οὗτοι Μασσαλιωτῶν ἄποιποι. Παράπλους τῆς Ἰβηρίας ἑπτὰ ἡμερῶν καὶ ἑπτὰ νυκτῶν. 3. ΑΙΓΥΕΣ ΚΑΙ ΙΒΗΡΕΣ. Ἀπὸ δὲ Ἰβήρων ἔχονται Λίγυες καὶ Ἴβηρες μιγάδες μέχρι ποταμοῦ Ῥοδανοῦ. Παράκλουςʼ Λιγύων ἀπὸ Ἐμπορίου μέχρι Ῥοδανοῦ ποταμοῦ δύο ἡμερῶν καὶ μιᾶς νυκτός. 4. ΑΙΓΥΕΣ. Ἀπὸ Ῥοδανοῦ ποταμοῦ ἔχονται Λίγυες μέχρι Ἀντίου. Ἐν ταύτῃ τῇ χώρᾳ πόλις ἐστὶν Ἑλληνὶς Μασσαλία καὶ λιμήν . Ἄποικοι αὗται Μασσαλίας εἷσί. Παράπλους δʼ ἐστὶ ταύτης ἀπὸ Ῥοδανοῦ ποταμοῦ μέχρι Ἀντίου ἡμερῶν δ᾿ καὶ νυκτῶν τεσσάρων. Ἀπὸ δὲ Ἡρακλείων στηλῶν μέχρι Ἀντίου ἡ χώρα πᾶσα αὕτη εὐλίμενος. 5. ΤΥΡΡΗΝΟΙ. Ἀπὸ δὲ Ἀντίου Τυρρηνοὶ ἔθνος μέχρι Ῥώμης πόλεως. Παράπλους ἡμερῶν τεσσάρων καὶ νυκτῶν τεσσάρων. 6. ΚΚΥΡΝΟΣ. Κατὰ δὲ Τυρρηνίαν κεῖταινῆσος Κύρνος. Ἔστι δὲ ἀπὸ Τυρρηνίας ὁ πλοῦς εἰς Κύρνον ἡμέρας καὶ ἡμίσεως· καὶ νῆσος ἐν μέσῳ τῷ πλῷ τούτῳ οἰκουμένη, ᾗ ὄνομα Αἰθαλία, καὶ ἄλλαι πολλαὶ ἔρημοι νῆσοι. 7. ΣΑΡΔΩ. Ἀπὸ δὲ Κύρνου νήσου εἰς Σαρδὼ νῆσον πλοῦς ἡμέρας τρίτον μέρος. Καὶ νῆσος ἐρήμη ἐν τῷ μεταξύ. Ἀπὸ Σαρδοῦς δὲ εἰς Λιβύην πλοῦς ἡμέρας καὶ νυκτὸς, εἰς δὲ Σικελίαν ἀπὸ Σαρδοῦς πλοῦς ἡμερῶν δύο καὶ νυκτός. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, δθεν εἰς τὴν Κύρνον ἐξετραπόμην. 8. ΛΑΤΙΝΟΙ. Τυρρηνίας ἔχονται Αατῖνοι μέχρι τοῦ Κιρκαίου. Καὶ τὸ τοῦ Ἐλπήνορος μνῆμά ἐστι Λατίνων. Λατίνων παράπλους ἡμέρας καὶ νυκτός. 9. ΟΛΣΟΙ. Λατίνων δὲ ἔχον ται Ὀλκοί. Ὀλσῶν δὲ παράπλους ἡμέρας μιᾶς.