Ancient Greek · ~2 min
10 to 12
Scylax of Caranda, Periplus Scylacis 10-12
Not analysed yet
10. ΚΑΜΠΑΝΟΙ. Ὀλσῶν δὲ ἔχονται Καμπανοί. Καὶ εἰσὶ πόλεις Ἑλληνίδες αὗται ἐν τῇ Καμπανίᾳ· Κύμη, Νεάπολις. Κατὰ ταῦτά ἐστι Πιθηκοῦσσα νῆσος καὶ πολις Ἑλληνίς. Παράπλους δὲ τῆς Καμπανίας ἐστὶν ἡμέρας μιᾶς. 11. ΣΑΥΝΙΤΑΙ. Καμπανῶν δὲ ἔχονται Σαυνῖται· καὶ παράπλους ἐστὶ Σαυνιτῶν ἡμέρας ἥμισυ. 12. ΑΕΥΚΑΝΟΙ. Σαυνιτῶν δὲ ἔχονται Λευκανοὶ μέχρι Θουρίας. Ὁ πλοῦς δέ ἐστι παρὰ Λευκανίαν ἡμερῶν Ϛ΄ καὶ νυκτῶν Ϛ΄, Ἡ δὲ Λευκανία ἐστὶν ἀκτή. »Εν ταύτῃ πόλεις εἰσὶν Ἑλληνίδες αἵδε· Ποσειδωνία, Ἐλέα, Λᾶο; Θουρίων ἀποικία, Πανδοσία, Πλατεεῖς, Τερίνα, Ἱππώνιον, Μέσμα, Ῥήγιον ἀκρωτήριον καὶ πόλις.