Ancient Greek · ~3 min
ΕΥΡΩΠΗ.
Scylax of Caranda, Periplus Scylacis 24
Not analysed yet
24. ΜΑΝΙΟΙ. s Ἀπὸ δὲ Νέστων ἐστὶν ὁ Νάρων ποταμός· ὁ δὲ εἴσπλους ὁ εἰς τὸν Νάρωνά ἐστιν οὐ στενός· εἰσπλῖ δὲ εἰς αὐτὸν καὶ τριήρης, καὶ πλοῖα εἰς τὸ ἄνω ἐμπόριον, ἀπέχον ἀπὸ θαλάσσης στάδια π΄. Οὗτοι δέ εἰσιν Ἰλλυριοὶ ἔθνος Μανιοί. Λίμνη δʼ ἐστὶ τὸ εἴσω τοῦ ἐμπορίου μεγάλη, καὶ ἀνήκει ἡ λίμνη εἰς Αὐταριάτας, ἔθνος Ἰλλυρικόν. Καὶ νῆσος ἐν τῇ λίμνῃ ἔνεστι σταδίων ρκ΄· ἡ δὲ νῆσος αὕτη ἐστὶν εὐγέωργος σφόδρα. Ἀπὸ δὲ ταύτης τῆς λίμνης ὁ Νάρων ποταμὸς ἀπορρεῖ. Καὶ ἀπὸ τοῦ Νάρωνος ἐπὶ τὸν Ἀρίωνα ποταμὸν ἡμέρας ἐστὶ πλοῦς· ἀπὸ δὲ τοῦ Ἀρίωνος ποταμοῦ πλοῦς ἡμέρας ἥμισυ· καὶ Κάδμου καὶ Ἁρμονίας οἱ λίθοι εἰσὶν ἐνταῦθα, καὶ ἱερὸν ἄπωθεν τοῦ Ῥιζοῦντος ποταμοῦ. Ἀπὸ δὲ τοῦ Ῥιζοῦντος ποταμοῦ εἰς Βουθόην ὁ πλοῦς καὶ τὸ ἐμπόριον.