Ancient Greek · ~3 min
ΕΥΡΩΠΗ.
Scylax of Caranda, Periplus Scylacis 23
Not analysed yet
23. ΝΕΣΤΟΙ. Ἀπὸ δὲ Νέστου πλοῦς ἐστὶ κολπώδης. Καλεῖται δὲ Μανιὸς ἅπας οὗτος ὁ κόλποι. Παράπλους δέ ἔστιν ἡμέραε μιᾶς. Εἰσὶ δὲ ἐν τούτῳ τῷ κόλπῳ νῆσοι, Προτερὰς, Κρατειαὶ, Ὀλύντα. Αὗται δὲ ἀπʼ ἀλλήλων ἀπέχουσι στάδια β΄, ἢ ὀλίγῳ πλέον, κατὰ Φάρον καὶ Ἴσσαν. Ἐνταῦθα γάρ ἐστι νέος Φάρος, νῆσος Ἑλληνὶς, καὶ Ἴσσα νῆσοι, καὶ πόλεις Ἑλληνίδες αὗται. Πρὶν ἐπὶ τὸν Νάρωνα ποταμὸν παραπλεῦσαι πολλὴ χώρα ἀνήκει σφόδρα εἰς θάλασσαν. Καὶ νῆσος τῆς παραλίας χώρας ἐγγὺς, ᾗ ὄνομα Μελίτη, καὶ ἑτέρα νῆσος ἐγγὺς ταύτης, ᾗ ὄνομα Κέρκυρα ἡ μέλαινα· καὶ ἐκτρέχει τῷ ἑνὶ τῶν ἀκρωτηρίων νῆσος αὕτη τῆς παραλίας χώρας σφόδρα, τῷ δὲ ἑτέρῳ ἀκρωτηρίῳ καθήκει ἐπὶ τὸν Νάρωνα ποταμόν. Ἀπὸ δὲ τῆς Mελίτης ἀπέχει στάδια κ΄, τῆς δὲ παραλίας χώρας ἀπίχει στάδια η΄.