Ancient Greek · ~2 min
90 to 91
Scylax of Caranda, Periplus Scylacis 90-91
Not analysed yet
90. ΠΑΦΑΑΓΟΝΙΑ. Μετὰ δὲ Ἀσσυρίαν ἐστὶ Παφλαγονία ἔθνος. Ἔστι δὲ ἐν αὐτῇ Στεφάνη λιμὴν, Κόλουσσα πόλις Ἑλληνὶς, Κίνωλις πόλις Ἑλληνὶς, Κάραμβις πόλις Ἑλληνὶς, Κύτωρις πόλις Ἑλληνὶς, Σησαμὸς πόλις Ἑλληνὶς καὶ Παρθένιος ποταμὸς, Τίειον πόλις Ἑλληνὶς καὶ λιμὴν, Ψύλλα καὶ ποταμὸς Καλλίχορος. 91. ΜΑΡΙΑΝΔΥΝΟΙ. Μετὰ δὲ Παφλαγονίαν Μαριάνδυνοί εἰσιν ἔθνος. Ἐνταῦθα πόλις ἐστὶν Ἡράκλεια Ἑλληνὶς, καὶ ποταμὸς Λύκος καὶ ἄλλος ποταμὸς Ὕπιος.