Ancient Greek · ~2 min
ΑΣΙΑ.
Scylax of Caranda, Periplus Scylacis 92
Not analysed yet
92. ΒΙΘΥΝΟΙ. Μετὰ δὲ Μαριανδύνους εἰσὶ Θρᾷκες Βιθυνοὶ ἔθνος, καὶ ποταμὸς Σαγάριος καὶ ἄλλος ποταμὸς Ἀρτάνης καὶ νῆσος Θυνιὰς (οἰκοῦσι δὲ αὐτὴν Ἡρακλεῶται) καὶ ποταμὸς Ῥήβας. Εἶτ᾿ εὐθὺς ὁ πόρος καὶ τὸ προειρημένον ἱερὸν ἐν τῷ στόματι τοῦ Πόντου, καὶ μετὰ τοῦτο πόλις Χαλκηδὼν ἔξω Θρᾴκης, μεθʼ ἣν ὁ κόλπος δ Ὀλβιανός. Παράπλους ἀπὸ Μαριανδύνων μέχρι τοῦ μυχοῦ τοῦ κόλπου τοῦ Ὀλβιανοῦ (τοσαύτη γάρ ἐστιν ἡ Βιθυνῶν Θρᾴκη) ἡμερῶν τριῶν. Ἀπὸ δὲ τοῦ στόματος τοῦ Πόντου, ἕως τὸ στόμα τῆς Μαιώτιδος λίμνης παραπλήσιός ἐστιν ὁ πλοῦς, ὅ τε παρὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν.