Ancient Greek
1 to 4
SEMUS DELIUS, Fragmenta 1-4
Not analysed yet
Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτῳ Δηλιάδος (sc. Φοίνικα τὸ ὄργανον κληθῆναί φησι) διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξεργάσασθαι. Ἑκάτης νῆσος. Λυκοῦργος Κατὰ Μενεσαίχμου. Πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπ ̓ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν αʹ Δηλιακῶν. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σημὸς ἐν τῇ αʹ διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δ ̓ ἐστὶ ψαιστῶν τις ἰδέα. Σῆμος ἐν δευτέρῳ Δηλιάδος «Ἐν τῇ τῆς Ἑκάτης (φησὶ) νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. Ἔστι δὲ ἑφθὸν πύρινον σταῖς σὺν μέλιτι, καὶ τὰ καλούμενα κόκκωρα, ἰσχὰς καὶ κάρυα τρία.» Σῆμος δ ̓ ὁ Δήλιος ἐν δευτέρῳ Νησιάδος (scr. Δηλιάδος) ἐν Κιμώλῳ τῇ νήσῳ φησὶ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτὰ, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες κομίζονται χιόνος οὐδὲν διάφορα.