Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_SEMUS_DELIUS
SEMUS DELIUS, Fragmenta 5
Not analysed yet
Καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος ὁ Δήλιος ἐν δευτέρῳ Δηλιάδος, ὅταν θύωσι τῇ Βριζοῖ (αὕτη δέ ἐστιν ἡ ἐν ὕπνῳ μάντις· βρίζειν δὲ οἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν· Ἔνθα δ ̓ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν)· ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάψας, πάντων πλήρεις ἀγαθῶν, πλὴν ἰχθύων, διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε [ἄλλων] πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.