Ancient Greek
Dfhg-Source dfhg4_SEMUS_DELIUS
SEMUS DELIUS, Fragmenta 19
Not analysed yet
Σῆμος δʹ ὁ Δήλιος ἐν τῷ Περὶ παιάνων φησί· «Τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθʹ αὑτὰ προσηγόρευον ἀμάλας· συναθροισθέντα δὲ καὶ ἐκ πολλῶν μίαν γενόμενα δέσμην οὔλους καὶ ἰούλους· καὶ τὴν Δήμητρα ὁτὲ μὲν Χλόην, ὁτὲ δὲ Ἰουλώ. Ἀπὸ τῶν οὖν τῆς Δήμητρος εὑρημάτων τούς τε καρποὺς καὶ τοὺς ὕμνους, τοὺς εἰς τὴν θεὸν, οὔλους καλοῦσι, καὶ ἰούλους. Δημήτρουλοι καὶ καλλίουλοι. Καὶ Πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει. Ἄλλοι δέ φασιν ἐριουργῶν εἶναι τὴν ᾠδήν. Αἱ δὲ τῶν τιτθευουσῶν ᾠδαὶ καταβαυκαλήσεις ὀνομάζονται.»