Ancient Greek · ~2 min
16 to 18a
SEMUS DELIUS, Fragmenta 16-18a
Not analysed yet
Ἐκαλεῖτο δέ τις καὶ βαλανωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὖπέκειντο ἀστράγαλοι. Σῆμος δὲ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας χρυσᾶς. Οἶδα δὲ καὶ Κίναρον καλουμένην νῆσον, ἧς μνημονεύει Σῆμος. Ὅτι Ἡρακλῆς ἀνεῖλε τοὺς Βορεάδας, διὰ τὸ κωλῦσαι τὴν ναῦν ὑποστρέψαι πάλιν εἰς τὴν Μυσίαν, φησὶν Ἀπολλώνιος. Σῆμος δέ φησι, διὰ τὸ ληφθῆναι δρόμῳ τὸν Ἡρακλέα τῶν Βορεαδῶν. Στησὶμβροτος δὲ κτλ. Κράταιϊν (praestat Κραταιῒν) Σχῆμός (l. Σημός Cramer.) φησιν Ἑκάτης καὶ Τρίτωνος, Κραταιϊ ἠ τὰς δὲ (l. Κραταιΐδος δὲ) καὶ Δείμου Σκύλλαν. Στησίχορος Λάμιαν φησὶ τῆς Σκύλλης μητέρα.