Ancient Greek · ~7 min
11.1 to 11.12
Septuaginta, Κριταί (Cod. Alexandrinus) 11.1-12
Not analysed yet
Καὶ Ἰερθάε ὁ Γαλααδείτης ἐπηρμένος δυνάμει· καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης, ἣ ἐγέννησεν τῷ Γαλαὰδ τὸν Ἰεφθάε. καὶ ἔτεκεν ἡ γυνὴ Γαλαὰδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικός, καὶ ἐξέβαλον τὸν Ἰεφθάε καὶ εἶπον αὐτῷ Οὑ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ. καὶ ἔφυγεν Ἰεφθάε ἀπὸ προσώπου ἀδελφῶν αὐτοῦ, καὶ ᾤκησεν ἐν γῇ Τώβ· καὶ συνεστραφησαν πρὸς Ἰεφθάε ἄνδρες κενοί, καὶ ἐξῆλθον μετ’ αὐτοῦ. Καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Ἄμμων μετὰ Ἰσραήλ, καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλαὰδ λαβεῖν τὸν Ἰεφθάε ἀπὸ τῆς γῆς Τώβ· καὶ εἶπαν τῷ Ἰεφθάε Δεῦρο καὶ ἔσῃ ἡμὶν εἰς ἀρχηγόν, καὶ παραταξώμεθα πρὸς υἱοὺς Ἀμμών. καὶ εἶπεν Ἰεφθάε τοῖς πρεσβυτέροις Γαλαάδ Οὐχὶ ὑμεῖς ἐμισήσατέ με, καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καἱ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν; καὶ διὰ τί ἤλθατε πρὸς μὲ νῦν ἡνίκα χρῄζετε; καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε Διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ, καὶ πορεύση μεθ’ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Ἄμμων· καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα, πᾶσιν τοῖς οἰκοῦσιν Γαλαάδ. καὶ εἶπεν Ἰεφθάε πρὸς τοὺς πρεσβυτέρους Γαλαάδ Εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Ἄμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα; καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν. καὶ ἐπορεύθη Ἰεφθάε μετὰ τῶν πρεσβυτέρων Γαλαάδ, καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ’ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀπχηγόν· καὶ ἐλάλησεν Ἰεφθάε τοὺς λόγους αὐτοῦ πάντας ἐνώπιον κυρίου ἐν Μασσηφά. Καὶ ἀπέστειλεν Ἰεφθάε ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἄμμων λέγων Τί ἐμοὶ καὶ σοί, ὅτι ἦλθες πρὸς μὲ τοῦ παρατάξασθαι ἐν τῇ γῆ μου;